# Commentarius in Job 21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/21

οὐδείς ἐστι κατὰ τὸν Ἰώβ. τί λέγεις; «σὺ ἐμαρτύρησας αὐτῷ, ὅτι δίκαιος, ἀληθινός, θεοσεβής. τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω»—ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα—, «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν· οὐδὲ ἰσοστάσιον ποιῶ τὴν πάλην, ἀλλ' αὐτὸν ἐκδίδωμί σοι τὸν μαρτυρηθέντα.» καθάπερ γὰρ ἡμεῖς φιλούμενοι παρά τινος βουλόμεθα πᾶσι κατάδηλον τοῦτο γενέσθαι, οὕτω καὶ ὁ θεὸς τὸν ἐρώμενον τὸν ἑαυτοῦ οὐκ ἀπὸ τῆς αὑτοῦ μαρτυρίας μόνον ἠθέλησεν εἶναι θαυμαστόν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας. τῇ γὰρ πείρᾳ τῶν πραγμάτων οὐδεὶς ἀντιλέγει, τῷ δὲ θεῷ πολλοί. ὁρᾷς καὶ χαλινούμενον τὸν διάβολον; ὁρᾷς τηροῦντα τοὺς ὅρους τοῦ θεοῦ; ὁρᾷς οὐχ ὑπερβαίνοντα τὰ προστάγματα; ἀλλ' οὐχ ὑπερβαίνει τὰ προστάγματα, ὅταν ἀνάγκη αὐτὸν κατέχῃ καὶ φόβος βιάζηται, ἵνα εἰδῇς, ὅτι, εἰ ἠδύνατο κολάσαι, ἐξ ἀρχῆς ἤθελεν, ἵνα εἰδῇς, ὅτι οὐχ ἁπλῶς αὐτῷ τοὺς ὅρους τίθησιν. 1,12d καὶ ἐξῆλθεν, φησίν, ὁ διάβολος ἀπὸ προσώπου κυρίου. ἔξω γάρ ἐστι τοῦ θεοῦ τοὺς δικαίους ὑποσκελίσαι βουλόμενος. 1,13a καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, 13b καὶ οἱ υἱοὶ τοῦ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ 13c ἤσθιον καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. 1,14a καὶ ἰδού, ἄγγελος ἦλθε πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· 14b τὰ ζεύγη τῶν βοῶν ἠροτρία 14c καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
