# Commentarius in Job 22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/22

ἐχόμεναι αὐτῶν. 1,15a καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς 15b καὶ τοὺς παῖδας ἐπάταξαν ἐν στόματι μαχαίρας, 15c καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. καὶ ἰδού, φησίν, ἄγγελος ἦλθεν. εἶδες, πόση ταχυτὴς τῆς πληγῆς; καὶ ὅρα, πῶς ἐλεεινὸν γίνεται τὸ πτῶμα καὶ καινὴ καὶ ξένη ἡ συμφορά. καὶ ὁ ἀεὶ ἐν ἀσφαλείᾳ καὶ ἐν ἀσφαλείᾳ τοσαύτῃ, ὅσην εἰκὸς ἔχειν τὸν τῆς θεοῦ προνοίας ἀπολαύοντα, ὅρα πῶς ἤκουσε τοῦτο, ὁ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινός, ἀλλ' ἐκ πρώτης ἡλικίας γαληνοῦ τοῦ βίου πειραθείς. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τὰ μὲν ἀφῃρέθη, τὰ δὲ ὑπελείφθη, ὥστε τῶν ληφθέντων παραμυθήσασθαι τὴν ἀπώλειαν· ἀλλ' οὗτος καταλιμπάνεται μόνος ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων, καὶ χαλεπώτερον τὸ πάθος γίνεται τῷ παρεῖναι τὸν ἄνθρωπον καὶ ὁρᾶν ἐναργῶς ταύτας τὰς συμφοράς. πολὺς ὁ φόβος, ἀγαπητέ, οὐχ ὁ περὶ τῶν βοῶν μόνον, ἀλλὰ καὶ ὁ περὶ τῆς οἰκίας, εἴ γε πόλεμος γέγονεν. «πόθεν, εἰπέ, καὶ παρὰ τίνος; ποίας μάχης γενομένης;» πῶς οὐκ ἐξεπλάγη πρᾶγμα καινὸν ἀκούσας ὁ διὰ παντὸς ἐν τρυφῇ ζῶν, ᾧ οὐδέποτε τοῦτο γέγονεν οὐδὲ ἠκούσθη ποτέ; εἶτα ἀνήροτος ἡ γῆ λοιπόν, καὶ ἐν τῷ καιρῷ τῷ προσήκοντι τῶν παρόντων ἀφῄρητο πάντων. καὶ τὸ εἶδος δὲ τῆς ἀπωλείας χαλεπώτερον, μάλιστα δὲ καὶ ὅταν παρὰ καιρὸν τὸν καλοῦντα τὴν χρείαν τοῦτο γένηται. μεταξὺ τὸ ἔργον διεκόπη, ὥστε διπλῆν εἶναι τὴν ζημίαν, τό τε ἀτέλεστον τοῦ ἔργου καὶ τὴν ἀφαίρεσιν αὐτῶν. εἶτα καὶ φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι. πολλὴ ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία, διπλῆ ἡ συμφορά, φόνος καὶ αἰχμαλωσία, καὶ ἡ σω-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
