# Commentarius in Job 28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/28

αὐτός, φησίν, γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. ὅρα, πῶς ἑαυτὸν ἀπεχώρισεν, ὅρα, πῶς ἑαυτὸν ἀπέστησε τῆς συμπαθείας. «μὴ γὰρ ἔχω τι», φησίν, «ἴδιον;» ὅρα τὰ ἀποστολικὰ ῥήματα διὰ τῶν ἔργων πάλιν πληρούμενα· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὅρα, οἷα φθέγγεται ῥήματα οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ ἡμῖν χρήσιμα. αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου. τουτέστιν· μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον. μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; οὐχὶ παρακαταθήκη τὸ πρᾶγμα ἦν; οὐ μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον; μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; ἀλλότρια ταῦτα ἦν καὶ τῷ μὴ συνεισελθεῖν μοι καὶ τῷ μὴ συναπελθεῖν. οὕτω διακεώμεθα καὶ ἡμεῖς, ἀγαπητοί· πρὸς τὰ χρήματα ἀσυμπαθεῖς ὦμεν. διὰ τοῦτο γυμνοὺς ἡμᾶς καὶ παρὰ τὴν ἀρχὴν ἔπλασεν ὁ θεὸς καὶ θνητοὺς ἐποίησεν, ἵνα κἂν οὕτω μάθωμεν, ὅτι τῶν ἐκτός ἐστι τὰ περὶ ἡμᾶς. διὰ τοῦτο καὶ ἐκεῖ οὕτως ἄπιμεν. διὰ τοῦτο καὶ χρήματα καλεῖται τὰ χρήματα, ὅτι πρὸς χρῆσιν ἡμῖν τὴν ἐνταῦθα δέδοται. 1,21c ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. 21d ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. ὁρᾷς, ὅτι τοῦτο ἐνόμισεν, ὅτι ὁ θεὸς ἀφείλετο; ἀλλ' ἡμεῖς οὐ δυνάμεθα τοῦτο λέγειν. δευτέρα αὕτη παραμυθία. ἀπό τε τοῦ μὴ ἡμέτερα εἶναι τὰ ληφθέντα ἀπό τε τοῦ τὸν θεὸν λαβεῖν, εἰ καὶ ἡμέ-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
