# Commentarius in Job 29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/29

τερα ἦν, μεγίστη παραμυθία. μάλιστα γὰρ περὶ ἐκεῖνα ἀλγοῦμεν τὰ ἀφαιρεθέντα, ὅταν ἡμέτερα ᾖ. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. τί τούτου ἴσον; οὐκέτι περιεργάζεται οὐδὲ λέγει· «τίνος ἕνεκεν δέδωκεν; τίνος ἕνεκεν πάλιν ἔλαβεν;» καὶ μὴν τοῦτο ἐπὶ πάντων γίνεται· ὃ μικρὸν ὕστερον συμβῆναι εἶχεν, τοῦτο συνέβη. οὐχ ὡς ἐπὶ ξένῳ, ἀλλ' ὡς ἐπὶ εἰωθότι οὕτω διάκειται. «οὐδὲν ἡμῖν συνέβη», φησίν, «τῆς συνηθείας ἐκτός, οὐδὲν παρὰ τὴν φύσιν. τοῦτο φυσικὸν ἦν.» ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. ὅρα, δι' ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά· οὕτω γὰρ καὶ ἀπέρχομαι.» πρὸς τούτοις· «εἰ καὶ ἐμὰ ἦν, ὁ λαβὼν ἱκανὸς παραμυθήσασθαι· ὅταν δὲ μηδὲ ἐμὰ ᾖ καὶ ὁ λαβὼν μέγας ᾖ καὶ τὰ αὑτοῦ εἰληφώς, πῶς ἄξιον ἀλγεῖν;» ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. «εἰπέ, διὰ τί οὕτως αὐτῷ ἔδοξεν;» «οὐδὲν λέγω. διὰ τί γὰρ μὴ ἐξήταζες, ὅτε ἐλάμβανον, διὰ τί οὕτως ἔδοξεν; ὅτε με πλούσιον ἐποίησεν, οὐκ ἐξήτασα, διὰ τί μοι ἔδωκεν, οὐδὲ νῦν ἐξετάζω, διὰ τί ἔλαβεν. μὴ γὰρ ὡς ἀξίῳ δέδωκεν; μὴ γὰρ κατορθωμάτων ἀμοιβὴν ἔλαβον; ἔδοξεν αὐτῷ καὶ ἔδωκεν· καὶ πάλιν ἔδοξεν αὐτῷ καὶ ἔλαβεν.» τοῦτο εὐλαβοῦς διανοίας, τῇ βουλήσει τοῦ θεοῦ τὸ πᾶν ἐπιτρέπειν, λογισμοὺς δὲ μὴ ἀπαιτεῖν μηδὲ εὐθύνας. «πόθεν οἶδας, ὅτι τῷ κυρίῳ ἔδοξεν;» «ἤκουσα», φησίν, «ὅτι πῦρ ἐκ τοῦ οὐρανοῦ ἔπεσεν· οὐκ ἦν κατὰ νόμον φύσεως τὸ πρᾶγμα. εἰ αὐτός με ἐφύλαττεν, οὐκ ἂν ταῦτα ἔπαθον· εἰ μὴ κατέλιπε τὴν φυλακήν, οὐκ ἂν ἐπεβουλεύθην.» ὁ μὲν οὖν διάβολος ἐσπούδασεν αὐτὸν ποιῆσαι ὑπὲρ τῆς ἀφαιρέσεως βλασφημῆσαι. ὁ δὲ καὶ ὑπὲρ τῆς ἀποκτήσεως ηὐχαρίστει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
