# Commentarius in Job 3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/3

ἐντεῦθεν ταπεινωθέντα, καὶ πρὸ νόμου ὡς μετὰ νόμον τὴν ἀρετὴν μεταδιώξαντα. δικαίῳ, γάρ φησιν, νόμος οὐ κεῖται. ὅρα τῆς φύσεως τοὺς λογισμοὺς λάμποντας· πόθεν οὗτος ἐπέγνω τὸν θεόν; πόθεν οὕτως ἐθεράπευσεν; πόθεν ἔφυγε πλάνην; πόθεν τὴν πολιτείαν τὴν εὐαγγελικὴν ἐπεδείξατο, πόθεν τὴν ὑπομονὴν τὴν τοσαύτην; οὐδὲν ἔμαθε παρ' οὐδενός. πόθεν ἐγένετο τοιοῦτος; τίς ἐδίδαξεν; τίς ἐπαίδευσεν; ὁρᾷς, ὅτι οὐδενὸς καινοῦ καὶ ξένου διδάσκαλος ἦλθεν ὁ Χριστός; 1,1a Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. ὅρα πρῶτον ἐγκώμιον· ἄνθρωπος ἦν. οὐ γὰρ δὴ μικρὸν ἐγκώμιον τοῦτο, τὸ ἄνθρωπον εἶναι. ἐν χώρᾳ, φησίν, τῇ Αὐσίτιδι. καὶ τοῦτο μέγα ἐγκώμιον. τὸ γὰρ ἐν Ἀραβίᾳ εἶναι, ἔνθα πάντες ἦσαν διεφθαρμένοι, ἔνθα οὐδὲν ὑπόδειγμα ἦν εὐνομίας, τοῦτο ἦν τὸ θαυμαστόν. 1,1b καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος— πάλιν· ἄνθρωπος. 1,1b ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 1c ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἓν ἕκαστον τούτων ἱκανὸν παραστῆσαι τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς· ἀλλ' ὥσπερ τις ἐραστὴς μετὰ πολλῆς τῆς ἀκριβείας τὸ κάλλος διηγεῖται τοῦ ἐρωμένου, οὕτω καὶ ἐνταῦθα. ἄμεμπτος, φησίν· τοῦτο ὁλόκληρος ἀρετή. δίκαιος· καὶ τοῦτο. ἀληθινός· καὶ τοῦτο. θεοσεβής· καὶ τοῦτο. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ τοῦτο. ἀπὸ παντός, φησίν, καὶ οὐχ ἁπλῶς· τοῦ μέν, τοῦ δὲ οὔ. ποῦ εἰσιν οἱ λέγοντες, ὅτι πρὸς τὸ κακὸν ἡ φύσις ῥέπει μᾶλλον; ποῖος φόβος, ποῖα δικαστήρια, ποῖοι νόμοι τοῦτον τοιοῦτον ἐποίησαν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
