# Commentarius in Job 31

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/31

ἀφῃρημένοι αὐτά, κἂν ἐπιρρέῃ ὁ πλοῦτος· «γυμνὸς ἐξῆλθον, γυμνὸς καὶ ἀπελεύσομαι. τί συλλέγω χρήματα; τί μοι κέρδος ἀπὸ πλούτου;» φησίν, «γυμνὸς ἀπέρχομαι». οὐδὲν εἰσηνέγκαμεν, φησίν, εἰς τὸν κόσμον οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὁρᾷς, ὅσον ἐκαρπώσατο κέρδος; ὁρᾷς ζημίαν πλούτου γενομένην ὑπόθεσιν; ἀπώλεσε χρήματα καὶ εὗρεν ἀρετήν· ἐγένετο πένης καὶ μᾶλλον ἐπλούτησεν· ἀπέθετο τὸ χρυσίον καὶ μᾶλλον ἔπληξε τὸν διάβολον. 1,22a ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ 22b οὐχ ἥμαρτεν, φησίν, Ἰὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ 22c καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράψωμεν κάτωθεν ἐν ταῖς χοινικίσιν, ὑπογράφομεν· «ὁ δεῖνα ἀνατέθεικεν», οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ διὰ ῥημάτων γράψας ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. μὴ δὲ νομίσῃς, ὅτι ἐπὶ μὲν τῶν ἀνθρώπων ἐσίγησεν, ἐπὶ δὲ τοῦ θεοῦ οὐχί, ἀλλ' οὐδὲ κατὰ διάνοιαν ἥμαρτεν. τί ἐστιν· οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ; πολλάκις ὑπὸ τοῦ πάθους συναρπαζόμενοι ῥῆμα ἐκφέρομεν ἄτοπον τῆς διανοίας μὴ συγκατατιθεμένης, ἀλλὰ τὴν γλῶτταν τῆς ἀθυμίας συναρπαζούσης. ἐκεῖνος δὲ οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
