# Commentarius in Job 34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/34

τίνος δὲ ἕνεκεν πάλιν ἐρωτᾶται ἐπὶ τῶν ἀγγέλων αὐτῶν; ἀναγκαίως, ἐφ' ὧν καὶ πρότερον εἶπεν· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὢ τῆς ἀναισχύντου φύσεως· πάλιν ἐτόλμησεν ἐλθεῖν. 2,2a καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; 2b τότε εἶπεν ὁ διάβολος ἔναντι τοῦ κυρίου· 2c διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν γῆν πάρειμι. ὅρα καὶ τοῦτον καθ' ἑκάστην ἡμέραν περιοδεύοντα τὴν οἰκουμένην. ὅτι γὰρ καὶ ἄγγελοι περιοδεύουσιν, ἀπὸ τοῦ Ζαχαρίου μεμαθήκαμεν. οὐχ ἁπλῶς δὲ καὶ οὗτος περιοδεύει· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐστὶ τὸ καθ' ἑκάστην ἡμέραν αὐτὸν περιοδεύειν, ὥστε καὶ τὸ κρίμα αὐτῷ μεῖζον γενέσθαι καὶ ἡμᾶς μᾶλλον νήφειν. κοσμοκράτωρ διὰ τοῦτο καλεῖται τοῦ σκότους τοῦ αἰῶνος, τῆς πονηρίας. «εἰπέ, διάβολε, τί ἐποίησας;» «περιελθών», φησίν, «τὴν γῆν καὶ ἐμπεριπατήσας πάρειμι.» «τί εἰργάσω;» οὐδὲν χρηστόν, οὐδὲν ἀγαθόν. οὐ τολμᾷ λέγειν οὐδέν, ἀλλ' ὅτι περιῆλθεν. 2,3a εἶπε δὲ ὁ κύριος πρὸς τὸν σατανᾶν· 3b προσέσχες τῷ θεράποντί μου Ἰώβ, 3c ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς 3d ἀνθρώπων ὅμοιος αὐτῷ, ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, 3e ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. πάλιν καὶ εἰς δευτέραν προκαλεῖται πάλην αὐτόν. 2,3f ἔτι δέ, φησίν, ἔχεται ἀκακίας. 3g σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. οὐκ ἠθέλησας, ὦ ἀναίσχυντε, ὡς θεῷ πιστεῦσαι; ἀπὸ τῆς πείρας οὐκ ἔδει πιστωθῆναι λοιπόν. οὐκ εἶπέν σοι, ὅτι ἄμεμπτος; οὐκ εἶδες διὰ τῆς πείρας; πῶς πάλιν προσέρχῃ; τί μανθάνομεν ἐκ τούτων; ὅτι κἂν μυριάκις πέσῃ, οὐδέποτε ἀπαγορεύει ὁ διάβολος, ἀλλ' ἵσταται ἀναισχύντως. σὺ δὲ εἶπας, φησίν, τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι διὰ κενῆς. εἰκῇ καὶ μάτην αὐτῷ ἅπαντα γεγένηται, καὶ μὴν οὐ διὰ κενῆς, ἀλλ'

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
