# Commentarius in Job 36

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/36

βλασφημήσῃ· ἐὰν δὲ μὴ βλασφημήσῃ, λείπεται καὶ ἐφ' ἕτερα ἐλθεῖν.» διὰ τοῦτο ἐτήρησεν αὐτό. καὶ πάντα, φησίν, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. μὴ γὰρ αὐτὸς ἔδωκεν; αὐτὸς αὐτὸν ἀφείλω. μὴ γὰρ προέκειτο αὐτὸν ἀπολέσθαι ἢ χρήματα, καὶ τοῦτο εἵλετο; πῶς οὐκ ἐβλασφήμησεν, ὦ μιαρέ; ὃ λέγει, τοῦτό ἐστιν, ὅτι πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ ὁ ἄνθρωπος, τὰ δὲ ἄλλα πάντα δεύτερα. ὅρα πάλιν, πῶς ταῖς οἰκείαις ἀποκρίσεσιν ἁλίσκεται. ἵνα γὰρ μηκέτι αὑτῷ καταλείπῃ πρόφασιν μηδὲ λόγον ὡς οὐχὶ τῶν ἀναγκαίων αὐτῶν ἁψάμενος, ὡς οὐδὲ λαβὼν λαβὴν τὴν πασῶν μείζονα, αὐτὸς προλαβὼν ἀποφαίνεται, ὅτι πάντα δεύτερα ἀνθρώπῳ ἑαυτοῦ καὶ πάντα προήσεται εὐκόλως ὥστε ἑαυτὸν διατηρῆσαι καὶ διαφυλάξαι, τὸ δὲ πάντων ἀναγκαιότερον αὐτὸς ἑαυτῷ. «ἐνταῦθα τοίνυν βούλομαι λαβεῖν τὴν λαβήν.» «οὐ πολλοῦ λόγου», φησίν, «τὰ χρήματα τοῖς ἀνθρώποις.» ἀκούσωμεν, ἀγαπητοί, κἂν τοῦ διαβόλου, καὶ αἰσχυνθῶμεν, ὅτι πάντα δεῖ προΐεσθαι ὑπὲρ τῆς ψυχῆς καὶ τοῦτο κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστίν, ὥστε πάσης ἀποστερούμεθα συγγνώμης, ὅταν διὰ τὰ χρήματα βλασφημῶμεν. «οὐδὲν μέγα τὰ χρήματα», φησίν, «ἐστίν. ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς ἅπαντα διδόασιν.» πάλιν αὐτὸν ἀξιοῖ· 2,5a οὐ μὴν δέ, φησίν, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, 5b ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. μετὰ πονηρίας φθέγγεται. οὐχὶ ἁπλῶς τῶν σαρκῶν εἶπεν, ἀλλὰ καὶ τῶν ὀστῶν, ὥστε ἔνδοθεν τεχθῆναι τὸ κακόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
