# Commentarius in Job 41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/41

ἀναμένω χρόνον ἔτι μικρὸν 9Ab προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. εἴθε καὶ ταύτην ἔλαβες, εἴθε μετὰ τῶν παίδων κατέχωσας. τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταυτὶ φθέγγεσθαι. οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι, πλὴν εἴ τις λέγοι τῇ συμφορᾷ περιτραπεῖσαν τοιαύτην αὐτὴν γεγενῆσθαι. χρόνου δέ, φησίν, πολλοῦ προβεβηκότος. ὅρα, πῶς καταρρητορεύει πολλὰ ἔχουσα πιθανὰ πρὸς τὸ πεῖσαι τὸν χρόνον μετὰ τῶν ἄλλων ἁπάντων. οὐ γὰρ μία καὶ δύο καὶ τρεῖς ἡμέραι, ἀλλὰ πολλοὶ διῆλθον μῆνες. μέχρι τίνος, φησίν, καρτερήσεις λέγων. ἃ παρὰ τῶν ἄλλων αὐτὸν ἀκούειν ἐχρῆν, ταῦτα αὐτὴ αὐτῷ παραινοῦσα οὐκ ἐπαύετο. ἀπὸ γὰρ τούτων τῶν ῥημάτων εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλήν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. ὅρα διαβολικὴν ἀπάτην· ἐνενόησε τὴν Εὕαν· «τοῦτο», φησίν, «τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον, τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται.» ἀλλ', ὦ ἄθλιε καὶ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα τὸν ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς· τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια οὐδὲ παίδων θάνατος ἄωρος οὐδὲ βάσανος σώματος ἀπαραμύθητος οὐδὲ χρόνου μῆκος τοσοῦτον. καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; «ναί», φησίν, «πολλοὶ γὰρ πολλάκις πρὸς μὲν πραγμάτων ἔστησαν πεῖραν, ὑπὸ δὲ τῶν λόγων ἡττήθησαν, καὶ μάλιστα ὅταν παρὰ γυναικὸς ᾖ τὰ λεγόμενα.» οὐκ ἔστιν εἰπεῖν, ὅτι φθονοῦσα καὶ βασκαίνουσα ταῦτα λέγει·

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
