# Commentarius in Job 42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/42

γυνὴ γάρ ἐστιν. ἀπ' αὐτῶν {σοι} διαλέγεται τῶν πραγμάτων. ἀνύποπτος ἡ συμβουλή, βοηθός ἐστιν, εἰς τοῦτο ἐδόθη τῷ ἀνδρί. «ναί, ἀλλὰ καὶ ἡ προτέρα τοιαύτη ἦν. γυναικὶ δὲ διδάσκειν, φησίν, οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός.» τοῦτο οὐκ εἴασε γενέσθαι ὁ Ἰώβ. καὶ ὅρα τὸ κακοῦργον· ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. διπλᾶ τὰ τῆς ἀσθενείας ἦν τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. ὁρᾷς, ὅτι πρὸ τούτου οὐδὲ παρρησίαν εἶχε τοσαύτην; οὕτως αὐτὴν ἐπαίδευσεν ὁ Ἰώβ. τὸ πρόσωπον συμπαθούσης ἦν, τὰ ῥήματα ὠμὰ καὶ ἀπάνθρωπα, ἡ προαίρεσις καὶ ἡ διάθεσις συναλγούσης, ἀλλ' ἡ συμβουλὴ κατὰ κρημνῶν ἐνεγκεῖν βουλομένης. μὴ τοῦτο ἴδωμεν, ποίῳ ταῦτα λέγει σκοπῷ, ἀλλὰ τί κατασκευάσαι βούλεται. οὐδὲ γὰρ εἴ τις ξίφος μοι καὶ δηλητήριον ἐπεδίδου φάρμακον, τὴν προαίρεσιν ἂν ἐξήτασα φανερᾶς οὔσης τῆς βλάβης. μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι γυνή, ἀλλὰ τί συμβουλεύει.—τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὸ τῶν ἀνθρώπων ἀξίωμα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.—γυνή ἐστιν, ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. μέχρι τίνος καρτερήσεις, φησίν, λέγων; τί τὸν ἀθλητὴν ἐκλύεις; τί καταστέλλεις τὰς χεῖρας δέον εἰπεῖν κατὰ τὸν ἀπόστολον· ἔτι μικρόν; ταῦτα ἔλεγεν ὁ Ἰὼβ ἴσως πρὸς ἐγκαλοῦντας ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ καὶ εἰδὼς τὰς βασάνους τέλος ἐχούσας. καὶ προσεδόκα μεταβολήν, ὃ πολλῆς πίστεως ἦν καὶ γενναίας ἐλπίδος· ᾔδει τοῦ θεοῦ τὸ φιλάνθρωπον. ἀλλὰ ταύτην αὐτὸν ἀφαιρεῖται τὴν

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
