# Commentarius in Job 44

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/44

διὰ τοῦτο μάλιστα ποθεινά, ἐπειδὴ τὴν μνήμην ἡμῖν ἀθάνατον καταλιμπάνει, καὶ τούτου μάλιστα ἄνθρωποι πάντες ἐφίενται ὥστε μνημόσυνον καταλιπεῖν. «προσαπόλωλας», φησίν, «καὶ αὐτὸς διὰ τῶν ἐκγόνων. ἄγονος, ἄπαις, πρόρριζος ἀνεσπάσθης.» καὶ ὅρα, πῶς μεμετρημένως ποιεῖται τὴν ὀλεθρίαν συμβουλήν, ὥστε μὴ εἰς ὀργὴν κινῆσαι, ἀλλ' εἰς ἔλεον κατακλάσαι. οὐκ εἶπεν· «ὁ θεὸς αὐτοὺς ἔλαβε καὶ ἀπώλεσεν», ἀλλὰ μέσῳ κέχρηται ὀνόματι. οἱ υἱοί σου καὶ αἱ θυγατέρες, φησίν· τῆς φύσεως ἑκατέρας ἐμνήσθη. εἶτα τὸ περιπαθές· τῆς ἐμῆς κοιλίας, φησίν, ὠδῖνες καὶ πόνοι. ἑκατέρα ἡ φύσις, εὐθηνουμένης μητρὸς ῥήματα καὶ φιλοστόργου. «τὰ σαυτοῦ μεγαλοψύχως φέρεις», φησίν, «ἐλέησον τὴν ἐμὴν ζημίαν». ἐπειδὴ ἐκ τῶν εἰς αὐτὸν συμβάντων οὐ προσεδόκησεν αὐτὸν ἐπικάμψειν, τὸ ἑαυτῆς περιπαθέστερον διηγεῖται. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι—ὠδῖνες τοῦ τόκου, πόνοι τῆς ἀνατροφῆς. «ἐγώ εἰμι ἡ πάντων ἐλεεινότερα παθοῦσα». οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα, πῶς ἄκαιρον τὸ ἐπιτάφιον τῶν παίδων. ταῦτα δὲ λέγει, ἵνα δείξῃ καὶ αὑτὴν κοινωνοῦσαν τῆς συμφορᾶς. τὸν γὰρ μέλλοντα συμβουλεύειν καὶ παραινεῖν τῷ πάσχοντι κακῶς οὐκ ἀναγκαῖον ἔξω τῶν δεινῶν ἑστάναι, ἐπεὶ ἀπίθανος ἔσται σύμβουλος ἐν ἀλλοτρίοις κακοῖς φιλοσοφῶν, ἐπεὶ ὕποπτος ἔσται παραινῶν. ἐπειδὴ γὰρ ἔμελλεν αὐτῷ συμβουλεύειν ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ ἀπὸ ἔχθρας ταῦτα λέγειν, δείκνυσιν ἑαυτὴν δεινότερα πεπονθυῖαν καὶ ἐπαίρει τῷ λόγῳ τὴν συμφοράν. 2,9C σὺ δὲ αὐτός, φησίν, ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, 2,9Da κἀγὼ πλανῆτις καὶ λάτρις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
