# Commentarius in Job 45

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/45

ὅρα, πῶς πλέκει τὰ ἑαυτῆς τοῖς ἐκείνου· ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον· τοῦτο τοῦ ἀνδρός. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι· τοῦτο τῆς γυναικός. σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι· τοῦτο τοῦ ἀνδρός. καὶ ἐγὼ πλανῆτις καὶ λάτρις· τοῦτο τῆς γυναικός. συνεχῶς μεταφέρει τὸν λόγον ἀπὸ τῶν ἐκείνου πρὸς τὰ αὑτῆς, ἵνα εὔνοιαν ἐπισπάσηται παρὰ τοῦ ἀκούοντος. «οὐκ ἰσχύει τὰ σά, κρατείτω τὰ ἐμά.» σὺ δὲ αὐτός, φησίν· μεγάλη ἔμφασις. «σὺ δὲ αὐτός· ἐκεῖνος ὁ δίκαιος, ὁ θαυμαστός, ὁ μέγας, τὸ κεφάλαιον ἡμῖν τῶν ἀγαθῶν.» ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος. «ἡμέραν καὶ νύκτα», φησίν· «οὐδὲ στέγης σοί τις μετέδωκεν, οὐδεὶς συμπαθής, οὐδεὶς ἐλεήμων, οὐδεὶς συναλγῶν». καὶ ἐγὼ πλανῆτις καὶ λάτρις. ὢ τῆς συμφορᾶς· οὐδεὶς ἠλέει τὴν γυναῖκα οὐδὲ τὴν πενίαν ἐπεκούφιζεν, ἀλλ' ἐθήτευε καὶ αἴθριος ἦν ἡ τοῦ βασιλέως σύνοικος. ἐμοὶ δοκεῖ καὶ παράνομόν τινα αὐτὴν ἀπὸ τῆς συμφορᾶς ἐνόμιζον εἶναι. «ἀνέστιος, ἄπολις, ἄοικος πλανῶμαι», φησίν, «κατὰ τὴν πόλιν οὐδὲ δουλείας εὐποροῦσα οὐδὲ τὴν θητείαν αὐτὴν ἐξ εὐκολίας δυναμένη λαβεῖν· ταῖς ἑτέρων προσεδρεύω θύραις καθάπερ φιλονεικοῦσα πάντας τὰς ἐμαυτῆς διδάξαι συμφοράς. οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἔστιν, ἀλλὰ πανταχοῦ με δεῖ ἐκπομπεύεσθαι καὶ παραδειγματίζεσθαι. πόσῳ αὕτη τῆς τῶν παίδων τελευτῆς ἡ συμφορὰ χαλεπωτέρα· πανταχοῦ περίειμι διδάσκαλος τῶν κακῶν.» ὅπερ δὲ ἐξ ἀρχῆς εἶπον, ὅτι διὰ τοῦτο καὶ χρόνον πολὺν συνεχώρησεν ὁ θεὸς γενέσθαι, ἵνα μὴ μετὰ τὴν μεταβολὴν ἀπιστηθῇ ἡ συμφορά, καὶ διὰ τοῦτο αἴθριος, ἵνα πάντες ὁρῶσιν, τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ἔστιν εἰπεῖν· ἵνα, ὅταν ἴδωσιν αὐτὴν μεταβαλλομένην καὶ βελτίω γεγενημένην καὶ εὔπαιδα καὶ πολύπαιδα, μὴ ἀπιστῶσιν αὐτῆς τῇ προτέρᾳ συμφορᾷ οἱ καὶ μισθὸν αὐτῇ τῶν μόχθων παρεσχηκότες.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
