# Commentarius in Job 46

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/46

2,9Db τόπον, φησίν, ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, 9Dc προσδεχομένη τὸν ἥλιον πότε δύσῃ,— εἰκότως, ἐλευθερίως γὰρ ἦν ἀνατραφεῖσα ἡ γυνή. 2,9Dd ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, 9Deαἵ με νῦν συνέχουσιν. τὸν πολὺν πόνον φησὶ καὶ τὴν πλάνην καὶ τὴν λατρείαν. 2,9E ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ὅρα, μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι τότε τὴν ἀναίσχυντον ἐπάγει συμβουλὴν οὐ τολμήσασα πρὸ τούτου ταῦτα εἰπεῖν, ἀλλὰ πρότερον δείξασα πιθανήν τινα τὴν παραίνεσιν, τότε τὸ δηλητήριον ἐνίησι καὶ οὐδὲ αὐτὸ φανερῶς. οὐκ εἶπεν· «βλασφήμησον», ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. «τίνος ἕνεκεν; ἆρα οἶδας, ὅτι τελευτὴ τὸ πρᾶγμά ἐστιν; ποία δέ σοι παραμυθία ἀπὸ τῆς ἐμῆς τελευτῆς; τίς παραψυχή;» οἱ γὰρ τὰ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν, ἀλλὰ τῇ ἀσαφείᾳ περιστέλλουσι τὸ πονηρὸν τῆς παραινέσεως. «ὅπερ οὐκ ἐτόλμησας συμβουλεῦσαι, τοῦτό με ὑπομεῖναι παραινεῖς; διὰ τί γὰρ μὴ λέγεις, ποῖον ῥῆμα;» «πανταχόθεν σοι προσεχώσθησαν οἱ λιμένες, τὰ παιδία ἀνῄρηται, ἡ γυνὴ πάντων ἐλεεινότερον πράττει, τὸ σῶμα οὕτω διάκειται, ὥσπερ αὐτὸς ὁρᾷς· μία ὑπολέλειπται παραμυθία, εἷς ἀπαλλαγῆς τρόπος, εἰπεῖν τι πρὸς τὸν θεόν.» «τί λέγεις, ὦ γύναι; δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι παροξῦναι μᾶλλον παραινεῖς; εἰ γὰρ ὁ θεὸς ταῦτα ἐποίησεν, παρακαλέσαι αὐτόν, οὐ βλασφημῆσαι δεῖ, εἰ δὲ οὐκ αὐτός, οὐδὲ οὕτω βλασφημεῖν. τί μοι τὴν τῶν δεινῶν ἐπιθήκην ἐπιτείνεις διὰ τῆς τῶν δεινῶν λύσεως; πῶς οἴει; πόθεν γὰρ δῆλον, ὅτι καὶ ἐρῶ καὶ τελευτήσω; ἂν δὲ μετὰ τὸ εἰπεῖν πάλιν μείζοσι περιβάλλωμαι δεινοῖς;» ἀλλ' οὐδὲν τούτων εἶπεν. πῶς δὲ οὐκ εἶπε πρὸς αὐτόν· «διάχρησαι σαυτόν», ἀλλ' ὃ μάλιστα ἐπεθύμει ὁ διάβολος, τοῦτο συμβουλεύει καὶ παραινεῖ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
