# Commentarius in Job 48

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/48

πωροῦντες ἀλγῶμεν. μάλιστα μὲν κύριος ἦν καὶ μόνα δοῦναι τὰ κακά· εἰ δὲ καὶ ἀγαθὰ δέδωκεν, τί δυσχεραίνομεν;» ὅρα, πῶς οὐδαμοῦ οὔτε τὰ ἁμαρτήματα οὔτε τὰ κατορθώματα λέγει, ἀλλὰ μόνον, ὅτι ἔξεστι τῷ θεῷ, ἃ βούλεται, ποιεῖν. «ἀνάμνησον σαυτὴν τῆς προτέρας εὐπραγίας καὶ οὐκ οἴσεις χαλεπῶς τὰ παρόντα. ἀρκεῖ πρὸς παραμυθίαν ἡμῖν τὸ τὸν κύριον εἶναι τὸν ἐπαγαγόντα. μὴ λέγωμεν "δικαίως" ἢ "ἀδίκως".» καὶ ὅρα, πάλιν ἡ ἀνακήρυξις τοῦ ἀθλητοῦ· 2,10d ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, φησίν, 10e οὐχ ἥμαρτεν Ἰὼβ οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἔναντι κυρίου. οὐκ ἔστιν εἰπεῖν, ὅτι πρὸς μὲν τὴν γυναῖκα ταῦτα ἔλεγεν, τὰ δὲ ἀπόρρητα αὐτοῦ τῆς διανοίας ἔγεμε θυμοῦ καὶ ἀποδυσπετήσεως· ἀλλ' οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐφθέγξατό τι. 2,11a ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ 11b παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας πόλεως πρὸς αὐτόν· 11c Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς, 11d Βαλδὰδ ὁ Σαυχαίων τύραννος 11e καὶ Σωφὰρ ὁ Μιναίων βασιλεύς. 11f καὶ παρεγένοντο ὁμοθυμαδὸν πρὸς αὐτὸν 11g τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ὥσπερ ὅθεν προσεδόκησε παραμυθίαν τινὰ καὶ παραίνεσιν ἀρίστην εὑρήσειν, ἐντεῦθεν εὗρεν ὄλεθρον, ἀπὸ τῆς γυναικός, οὕτως καὶ ἀπὸ τῶν φίλων. παραγίνονται μὲν ὡς παραμυθησόμενοι, τὸ δὲ ἐναντίον ποιοῦσιν. καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν. τὰ γὰρ ἡμέτερα δεινὰ μάλιστα ἐν τοῖς ἄλλων καθορῶμεν ἀκριβέστερον ἀγαθοῖς. ἐννόησον, ὅσον ἦν ἑαυτὸν ἐν τούτοις ὁρᾶν καὶ ἐκείνους τοὺς συνήθεις καὶ γνωρίμους ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας. οὐδὲν γὰρ ἕτερον

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
