# Commentarius in Job 5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/5

ἄκουε ἑτέρωθι λέγοντός τινος· ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ ὀμόσω τὸ ὄνομα κυρίου. ὁρᾷς, ὅτι τοῖς μὴ νήφουσιν ὁ πλοῦτος ψεύδους ὑπόθεσίς ἐστιν; ἀλλ' οὗτος οὐ τοιοῦτος. πλούσιος μὲν γὰρ ἦν, ἵνα μάθῃς, ὅτι καὶ ῥοπὴν πρὸς κακίαν εἶχε τὸν πλοῦτον καὶ ὅτι οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ἡ γνώμη. ὅρα αὐτὸν καὶ ἐν πενίᾳ, ἵνα μὴ νομίσῃς πάλιν, ὅτι ἡ πενία αἰτία ἀγνωμοσύνης. ὅρα αὐτὸν καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ καὶ ἐν ἑκατέροις τὸν ἀθλητὴν μέγαν. θεοσεβὴς γὰρ ἦν. πόθεν δὲ τοιοῦτος ἦν, οὐ λέγει, ἀλλ' ὕστερον ἀκούσῃ αὐτοῦ λέγοντος, δῆλον δέ, ὅτι οἴκοθεν. 1,2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. ὅρα, πῶς πρῶτον λέγει τὴν ἀρετήν, καὶ τότε λέγει τὰ παρὰ τοῦ θεοῦ. ὅρα τὴν εὐπαιδίαν ἐξ ἑκατέρας τῆς φύσεως καὶ μεμετρημένην, ἀπὸ τοῦ ποθεινοτέρου γένους πλείων ὁ καρπός. λέγει πρῶτον, δι' ἃ χρὴ μακαρίσαι τὸν ἄνθρωπον, τὴν ἀρετὴν αὐτοῦ τὴν πολλὴν καὶ τὴν ὥραν τὴν τῆς ψυχῆς. καὶ γὰρ ἀπὸ ἀρετῆς τὸ παλαιὸν ταῦτα ἐγίνετο, ἡ εὐπαιδία, λέγω, καὶ ἡ πολυπαιδία. οὐκ ἔσται, φησίν, ἐν σοὶ ἄγονος οὐδὲ στεῖρα. ὁ δὲ Ἀβραὰμ ἄγονος ἦν διὰ τοῦτο, ἵνα μάθῃς, ὅτι οὐ ταῦτα τῆς ἀρετῆς τὰ ἔπαθλα, ἀλλ' ἕτερα. διά γε τοῦτο ταῦτα ὑπέσχετό σοι συγκαταβαίνων. 1,3a καὶ ἦν τὰ κτήνη αὐτοῦ, φησίν, πρόβατα ἑπτακισχίλια, 3b κάμηλοι τρισχίλιαι, 3c ζεύγη βοῶν πεντακόσια, 3d ὄνοι θήλειαι νομάδες πεντακόσιαι 3e καὶ ὑπηρεσία πολλὴ σφόδρα, 3f καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. ὅρα αὐτὸν πλοῦτον ἔχοντα τὸν ἀγροικικώτερον. οὐ δανείσματα καὶ τόκους εἶπεν, οὐ χρυσίον κατορωρυγμένον, οὐδὲν περιττόν, ἀλλὰ πάντα ἀναγκαῖα. τοιοῦτος ἦν τῶν παλαιῶν ὁ πλοῦτος. εἰ δέ που καὶ χρυσίον εἶχον, ὀλίγον σφόδρα καὶ εὐτελές. οὐκ εἶπεν, ὅτι

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
