# Commentarius in Job 51

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/51

ἐν τῇ συμφορᾷ ταῦτα εἶπεν. οὐχ ὁρᾷς, ἀγαπητέ, τοὺς τεμνομένους βοῶντας μεγάλα; ἆρ' οὖν αὐτοῖς ἐπιπλήττομεν; οὐδαμῶς, ἀλλὰ συγγινώσκομεν. εἰ μὴ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. οὐκ ἀκούεις τοῦ Μωυσέως οἷά φησιν; ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν. τί διαφέρει, εἰπέ μοι, τὸ εἰπεῖν ἀπόκτεινόν με τοῦ εἰπεῖν ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ Ἰερεμίας εἶπεν· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην. μὴ τὰ ῥήματα ἴδῃς ἁπλῶς, ἀλλὰ τὴν διάνοιαν ἐξέταζε. ὅτι μὲν γὰρ οὐχ ἥμαρτεν οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, πολλάκις ἤκουσας· ὅτι δὲ οὐδὲ μετὰ ταῦτα ἥμαρτεν, αὐτοῦ πάλιν ἀκούσῃ τοῦ θεοῦ λέγοντος· οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα ἀρετὴν ἐπεδείξατο. τὴν οὖν ἀπόφασιν ἰδόντες τοῦ θεοῦ προσέχωμεν τοῖς λεγομένοις. κἂν μὲν εὕρωμέν τι † εἰπεῖν ἐπεὶ † εὐχαριστήσωμεν τῷ θεῷ. ἀπόλοιτο, φησίν, ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. τί ἐστιν ἀπόλοιτο, ἴδωμεν, καὶ ὀψόμεθα ἀθυμίας ὄντα τὰ ῥήματα, οὐχὶ πονηρίας οὐδὲ βλασφημίας τινός. οὐ γὰρ ἀπώλετο· μὴ γὰρ δυνατὸν αὐτὴν ἐπανελθεῖν πάλιν καὶ γενέσθαι ἄνωθεν, ὡς περί τινος ἀνυποστάτου διαλέγεται πράγματος. 3,4a ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος, 4b καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν 4c μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· 3,5a ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, 5b καὶ ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. 3,6a καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, 6b ἀπενέγκοιτο αὐτὴν σκότος. 6c μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ 6d μηδὲ ἀριθμηθείη εἰς ἡμέραν μηνῶν. 3,7a καὶ ἡ νὺξ ἐκείνη εἴη ὀδυνηρά, 7b καὶ μὴ ἔλθοι ἐν αὐτῇ εὐφροσύνη μηδὲ χαρμονή, 3,8a ἀλλὰ κατα-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
