# Commentarius in Job 52

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/52

ράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, 8b ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. 3,9a σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, 9b ὑπομείναι καὶ μὴ ἔλθοι καὶ μὴ φωτίσαι 9c μηδὲ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, 3,10a ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου· 10b ἀπήλλαξε γὰρ ἂν κόπον ἀπὸ ὀφθαλμῶν μου. ὁρᾷς ἀθυμίας ὄντα τὰ ῥήματα; τῆς ἡμέρας ἦν τὸ ταῦτα ἐργάσασθαι, εἰπέ μοι; 3,11a διὰ τί γάρ, φησίν, ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, 11b ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθέως ἀπωλόμην; 3,12a καὶ ἵνα τί συνήντησάν μοι γόνατα; 12b ἵνα τί δὲ ἐθήλασα μαστοὺς μητρός μου; 3,13a νῦν ἂν κοιμηθεὶς ἡσύχασα, 13b ὑπνώσας δὲ ἀνεπαυσάμην 3,14a μετὰ βασιλέων καὶ βουλευτῶν γῆς, 14b οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, 3,15a καὶ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, 15b οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, 3,16a ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς 16b ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. τί λέγεις; οὐχὶ σὺ εἶπας· εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; τί γέγονεν; ἀθρόον μετέπεσες καὶ ἐπαρᾷ σου τὴν ἡμέραν καὶ τὴν γένεσιν αἰτιᾷ σὺ τὴν σεαυτοῦ, καὶ ταῦτα παρόντων τῶν ἀκροατῶν; σὺ δὲ οὐ θαυμάζεις, ὅτι οὐκ ἐκεῖνα ἐφθέγξατο τὰ ῥήματα, ὅτι «τίνα ἀντὶ τίνων ἀπολαμβάνω; ταῦτά μοι ἀντὶ τῆς φιλοξενίας; ταῦτα ἀντὶ τῆς πολλῆς φιλανθρωπίας;» ἀλλὰ τούτων μὲν οὐδὲν εἶπεν, ὥσπερ δὲ δικαίως ὑπομένων, ἅπερ ὑπέμενεν, καὶ κατ' ἀξίαν καὶ κατὰ λόγον ηὔξατο μὴ γενέσθαι, ὅπερ καὶ περὶ τοῦ Ἰούδα ἔλεγεν ὁ Χριστός· καλὸν ἦν αὐτῷ, εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· ὅπερ οὖν καὶ οὗτός φησιν· «διὰ τί ἐγενόμην; βέλτιον ἦν μὴ γενέσθαι.» 3,17a ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, 17b ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. 3,18a ὁμοθυμαδὸν δὲ δι'

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
