# Commentarius in Job 54

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/54

ῥῆμα ἅπαντα παραστῆσαι. εἰπὼν γὰρ ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην πάντα τὰ ἐνταῦθα ἐδήλωσεν, ἵνα εἴπῃ, ὅτι «τέως τῶν παρόντων οὐκ ἐπειρώμην δεινῶν, κἂν μὴ μισθὸν εὐσεβείας ἐκομιζόμην.» τίνος ἕνεκεν εἶπε τὸ μὴ ἔλθοι εἰς αὐτὴν φέγγος καὶ ὅσα τοιαῦτα; ἔθος τοῖς ἀλγοῦσι περιττολογεῖν. μὴ τοίνυν ὑπὸ ἀσεβεῖς εὐθύνας τοὺς λόγους ἀγάγωμεν· ὃν γὰρ ὁ θεὸς δικαιοῖ, τίς κατακρινεῖ; ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος, ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. τί τοῦτο ἐκείνου διαφέρει; καὶ πάλιν· καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. τί βούλεται ἐνταῦθα τὸ κῆτος; τὴν πολλὴν τοῦ θεοῦ δύναμιν ἐνδείκνυται. νῦν ἂν κοιμηθείς, φησίν, ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων καὶ βουλευτῶν γῆς. ὅπερ καὶ ὁ Ἠλίας φησίν· ἱκανούσθω μοι, μὴ ἐγὼ κρείττων εἰμὶ τῶν πατέρων μου; καὶ μετὰ ἀρχόντων, φησίν, ὧν πολὺς ὁ χρυσός. ἐμοὶ δοκεῖ καὶ ἐκείνους καταστέλλειν καὶ πείθειν μὴ μέγα νομίζειν εἶναι τὰ ἀνθρώπινα πράγματα. οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοὺς βασιλεῖς ἐνταῦθα παρήγαγεν, οἳ ἐγαυριῶντο, φησίν, ἐπὶ ξίφεσιν. ὅρα καὶ ἐν τῇ συμφορᾷ φιλόσοφα ῥήματα. οὐδὲν ἐκείνων ὁ πλοῦτος προέστη, οὐδὲν ἐκείνους ἡ δύναμις ὠφέλησεν. ὁ θάνατος πάντων περιεγένετο. ἢ ὥσπερ, φησίν, ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. ὅρα, πῶς, ἵνα μὴ δόξῃ ἑαυτὸν ἐπαίρειν, καὶ τοῖς ἀμβλωθριδίοις ἑαυτὸν παραβάλλει· οὕτω ταπεινὸς ἦν καὶ ἐλεεινός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
