# Commentarius in Job 55

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/55

ἐκεῖ ἀσεβεῖς, φησίν, ἔπαυσαν θυμὸν ὀργῆς. εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν, οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας· καὶ τὸ μέγιστον, ὅτι οὐδὲ ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσαμένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως δεῖ, καὶ ὅτι πάντων ἔσται λύσις τῶν δεινῶν. «πῶς βούλει με παύσασθαι ὡς θέλεις; διὰ τί μὴ ἀπῆλθον ἐντεῦθεν;» οὐχὶ ἐγκαλοῦντός ἐστι ταῦτα τὰ ῥήματα, ἀλλὰ διαποροῦντος καὶ τὸν θάνατον ἐπιθυμοῦντος μόνον. ὁμοθυμαδὸν δέ, φησίν, {οἱ} δι' αἰῶνος οὐκ ἤκουσαν φωνὴν φορολόγου. πάντων ἐστὶν ἀνώτερος ὁ θάνατος. οὐ μόνον οὐδέν ἐστιν ὑπομεῖναι δεινόν, ἀλλ' οὐδὲ μέχρις ἀκοῆς τὰ δεινὰ παραδέξασθαι. μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. οὐδεὶς ἐξελθεῖν ἰσχύει τῆς τυραννίδος ἐκείνης, οὐ δοῦλος, οὐκ ἐλεύθερος. πάντα τὰ ἀνθρώπινα διαλέλυται, καὶ πλοῦτος καὶ ἀξιώματα. πολλὴ κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ ἐλευθερία. ἐπειδὴ γὰρ φρικτὸν τὸ πρᾶγμα ἐδόκει εἶναι, ἐμφιλοσοφεῖ τῷ θανάτῳ ὑπὸ τῆς συμφορᾶς δεικνὺς αὐτὸν τῆς ζωῆς ὄντα βελτίονα τοῖς ἐν ὀδύναις. «πολλὴ ἰσοτιμία», φησίν, «ἐκεῖ, οὐκ ἔστι φοβηθῆναι μεταβολὴν καθάπερ ἐνταῦθα. πᾶσιν ἀναγκαίως συμβαίνει, πάντων ὁμοίως κρατεῖ· κακῶν ἐστιν ἐμπόδιον, ταλαιπωρίας λύσις. τὰ δοκοῦντα εἶναι δεινὰ λέλυται.» ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πάλιν ἐνταῦθα οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥή-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
