# Commentarius in Job 56

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/56

ματα, μὴ γένοιτο, ἀλλὰ ζητοῦντος καὶ ἀλγοῦντος. τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα οὐχ ὁμοίως ὑποληπτέον, ὥσπερ, ὅταν λέγῃ τις σοφός· ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι;, οὐδὲν δηλοῦται ἐνταῦθα, ἀλλ' ἢ ὅτι ἀνάξιος ἦν. ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός. οἳ ὁμείρονται, φησίν, τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν. διὰ τοῦτό φησιν ὁ Ἐκκλησιαστής· καιρὸς τῷ παντὶ πράγματι, καὶ πάλιν· ὦ θάνατε, ὡς γλυκύ σου τὸ μνημόσυνον. ταῦτα δὲ λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ· εἶπόν τι ῥῆμα καὶ τελεύτα, μὴ νομίσῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν. ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος αὐτὸν καὶ μέγα τι νομίζων ἀγαθὸν παρὸν αὐτὸν εὑρεῖν οὐκ ἐτόλμησεν. θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. ἀπόφασίς ἐστιν αὕτη. εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὴν ἐποίησεν, ἵνα μὴ ταχέως ἐπιτρέχωμεν τῷ θανάτῳ. οὗ ἡ ὁδός, φησίν, ἀπεκρύβη. ἐμοὶ δοκεῖ "τοῦ θανάτου" λέγειν, τινὲς δὲ "τοῦ ἀνθρώπου" φασίν. ὅτι γὰρ "τοῦ θανάτου" λέγει, δῆλον ἐκ τῶν προειρημένων καὶ τοῦ λέγειν· ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν, δηλονότι κεκρυμμένον. «ἄδηλον τὸ μέλλον», φησίν, «οὐχ εὑρίσκομεν ὁδόν.» μὴ γάρ μοι τοὺς ἀπαγχονιζομένους εἴπῃς· περὶ γὰρ τοῦ κατὰ φύσιν λέγει καὶ κατὰ πρόσταγμα τοῦ θεοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
