# Commentarius in Job 57

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/57

συνέκλεισε γάρ, φησίν, ὁ κύριος κατ' αὐτοῦ, κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον, ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐχ αἱρῇ τὸν θάνατον;», συνέκλεισεν, φησίν, ὁ κύριος κατ' αὐτοῦ· «αἱ πύλαι», φησίν, «κεκλεισμέναι εἰσίν.» εἶτα ἐκτραγῳδεῖ τὴν συμφοράν· 3,24a πρὸ γὰρ τῶν σίτων μου, φησίν, στεναγμὸς ἥκει μοι, 24b δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. «τὰ παρόντα, τὰ μέλλοντα θρηνῶ. ὁ καιρὸς τῆς τροφῆς καιρὸς ἐμοὶ δακρύων.» ψωμιεῖς γάρ με, φησίν, ἄρτον δακρύων. 3,25a φόβος γὰρ ὃν εὐλαβούμην ἦλθέ μοι 25b καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ὁρᾷς φιλοσοφίαν ἀνδρός; οὐ κατ' ἐκεῖνον τὸν ἐν τῷ ψαλμῷ λέγοντα· οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ οὐδὲ κατ' ἐκεῖνον τὸν λέγοντα· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἀλλ' ἀνθρώπινον εἶχεν ἀεὶ λογισμὸν τοσαύτης ἀπολαύων εὐημερίας καὶ τὰ ἐναντία καθ' ἑκάστην προσδοκῶν ἡμέραν. ὅθεν οὐδὲ ὡς ἀκαίρως αὐτῷ ἐπελθόντα χαλεπῶς ἤνεγκεν, ἀλλ' ἐγγυμνασάμενος καὶ ἐμμελετήσας τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι καλῶς ἐγεγύμναστο. 3,26a οὔτε εἰρήνευσα, φησίν, οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην· 26b ἦλθε δέ μοι ὀργή. οὐ περὶ τῶν προτέρων λέγει, ἀλλὰ περὶ τῶν παρόντων νῦν, τουτέστιν· «φόβου, πολέμου καὶ ταραχῆς ἐμπέπλησμαι», φησίν, «αὐτὸς ἐμαυτῷ πολεμῶν.» τῶν ἔξωθεν συνεχόντων αὐτὸν δεινῶν ὁ τῶν λογισμῶν πόλεμος χαλεπώτερος ἦν· οὐδὲν γαληνὸν εἶχε κατὰ διάνοιαν. «τὸ δὲ αἴτιον», φησίν, «ἀπὸ τοῦ τὴν ὀργὴν ἐλθεῖν τοῦ θεοῦ.» ὅρα, πῶς τῶν σωματικῶν δεινῶν τὰ κατὰ ψυχὴν πλέον πενθεῖ ὡς ἐκείνης μᾶλλον τηκομένης καὶ τεθορυβημένης καὶ δεινὰ πας-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
