# Commentarius in Job 58

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/58

χούσης. οὕτω καὶ ἡμᾶς διακεῖσθαι καλόν, πρόσκαιρα πάντα νομίζειν καὶ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα. οὕτως οὐδὲ ἐκείνων αἰσθησόμεθα τῆς δεινότητος οὐδὲ ὑπὸ τούτων ἐπαρθῆναι δυνησόμεθα, ἀλλὰ διὰ παντὸς ἐν ταῖς ἀνωμαλίαις ταύταις γαλήνης ἀπολαύσομεν καὶ εἰρήνης. καὶ τὸ δὴ θαυμαστόν, ὅτι μετὰ βίου καθαροῦ καὶ ζωῆς ἀλήπτου τὰ ἐναντία προσεδόκα καὶ οὐ προσεδόκα μόνον, ἀλλ' ἐφοβεῖτο ἐννοῶν τὰ πρότερα οἷον τὰ κατὰ τὸν Ἀβραάμ. ἡμεῖς δὲ καθ' ἑκάστην ἡμέραν πονηρίᾳ συζῶντες οὐδὲν ὑποπτεύσωμεν ἐναντίον; ὅρα, πῶς καὶ πρὸ τῆς πείρας ἐφιλοσόφει. ὁ γὰρ προσδοκῶν μεταβολὴν μετὰ βίου καλοῦ οὐχ ὡς μισθωτὸς ἦν, ὥστε πολλὴν αὐτοῦ τὴν ἀρετὴν δείκνυσιν ἡμῖν τὸ λέγειν· φόβος ὃν ηὐλαβούμην ἦλθέ μοι. 4,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 4,2a Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ· 2b ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; καλῶς προλαβὼν εἶπε τὰ κατειληφότα αὐτὸν πάντα κακὰ καὶ τὴν προσθήκην τῶν δεινῶν, ἐπειδὴ ἐβούλοντο αὐτῷ ἐπεμβαίνειν καὶ ἐνάλλεσθαι κειμένῳ. οὐ γάρ ἐστι πάντων εἰδέναι ἐν ταῖς τοιαύταις ἁρμόζεσθαι συμφοραῖς, ἀλλὰ πολλοὶ πολλάκις τὸ τραῦμα χαλεπώτερον ἐποίησαν, οἱ μὲν ἀπὸ βασκανίας, οἱ δὲ ἀπὸ ἀφροσύνης. οὐ γὰρ δὴ τῶν ἰατρῶν τῶν τεμνόντων τὰ τραύματα ἐλάττονος δεῖται τέχνης ὁ τὸν παρακλητικὸν ἀναδεδεγμένος λόγον. καλῶς οὖν ἰατροὶ κακῶν ἐκλήθησαν ἐπιτρίβοντες τὸ τραῦμα· πάσχουσι δὲ αὐτὸ ἀπὸ βασκανίας. πόσης δὲ πονηρίας ἂν εἴη ἐν τοσούτῳ βασκαίνειν χειμῶνι καὶ κειμένῳ φθονεῖν, καὶ τὸν ἄξιον ἐλεεῖσθαι, τοῦτον μυρίοις περιβάλλειν δεινοῖς. ὅρα γάρ, πῶς οὐ μόνον παραμυθίας ἀπέχει τὰ ῥήματα τὰ παρ' αὐτῶν, ἀλλὰ καὶ πολλὴν τὴν

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
