# Commentarius in Job 60

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/60

»καὶ ἑτέρους ὄντας ἐν συμφοραῖς ἀνέστησας, πῶς ἐπὶ σοῦ τὸ φάρμακον γέγονεν ἀσθενές; ὁ τὰς ἑτέρων λύων ἀνάγκας διὰ τῆς ἐν τοῖς λόγοις παραινέσεως καὶ συμβουλῆς, πῶς οὐκ ἀποκέχρησαι τῇ μεθόδῳ τῆς θεραπείας ἐπὶ τῶν οἰκείων κακῶν;» 4,5a νυνὶ δέ, φησίν, ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, 5b σὺ δὲ ἐσπούδασας. τί ἐστιν ἐσπούδακας; ταράττῃ, θορυβῇ, ἰλιγγιᾷς, σπεύδεις ἀποθέσθαι, οὐκ ἔχεις σαυτόν. 4,6a πότερον οὐχὶ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ 6b καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; ὄντως ἀφροσύνης τὰ ῥήματα· «εἰ ἑτέροις βοηθήσας σαυτῷ μὴ δύνασαι βοηθῆσαι μηδὲ παραινέσαι σαυτῷ, ὅπερ ἑτέροις συνεβούλευες, εὔδηλον, ὅτι πάσης ἀρετῆς ἄμοιρος αὐτὸς εἶ. ὁ γὰρ ἑαυτῷ χρήσιμος γενέσθαι μὴ δυνηθεὶς πῶς ἂν ἑτέροις γένοιτο;» ἐκ τούτων διαβάλλειν ἐπιχειρεῖ τὴν δόξαν τῶν προτέρων κατορθωμάτων, ὥστε μοι δοκεῖ καὶ ἐκεῖνο εἶναι τὸ νόημα· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ. «οὐ πολλάκις», φησίν, «εἶπες ἐν κόπῳ ἀλλοτρίῳ; τίς γὰρ δύναται ἐνεγκεῖν τὴν ἰσχὺν τῶν ῥημάτων σου, ὧν ἀεὶ καυχώμενος ἔλεγες; ἀλλ' ἰδού, νῦν ἐλήλεγκται ἡ μεγαληγορία σου.» εἰκὸς γὰρ ἦν τὸν δίκαιον καὶ εἰπεῖν τινα τῶν οἰκείων κατορθωμάτων καὶ ἤδη ὥσπερ νῦν εἰς ἀνάγκην ἐμπεσόντα· διὰ τοῦτό φησιν· ἐν κόπῳ. «τίς γὰρ καὶ δύναται τοῦτο», φησίν, «διηγήσασθαι ἢ ἐνεγκεῖν τὰ καυχήματά σου; ἀλλὰ νῦν ἐλήλεγκται. εἰ γὰρ σὺ ἐβοήθησας ἑτέροις, <———>.» καὶ ὅρα, πῶς ἐκαυχᾶτο· οὐκ ἔλεγε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἀλλ' εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. ταῦτα γοῦν αὐτῷ καὶ προφέρει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
