# Commentarius in Job 63

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/63

τα;» οἷόν φησιν ὁ προφήτης ἐπὶ τῶν ἀδυνάτων· εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτοῖς; εἰ ἐρεύξεται λέων ἐκ δρυμοῦ <θήραν οὐκ ἔχων>; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐν παγίδι <ἄνευ ἰξευτοῦ>; εἰ σχασθήσεται παγὶς ἄνευ τοῦ συλλαβεῖν τι; καὶ πάλιν· εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; καὶ ὅρα· φυσικὰ παραδείγματα λαμβάνει. τουτέστιν· οὐδὲν καινὸν οὐδὲ ξένον γίνεται, ἀλλὰ νόμοις τισὶ πάντα τέτακται καὶ οὐδὲν ἐνήλλακται. εἰ γὰρ καὶ τὰ κατὰ τὰ θηρία ἕστηκεν, πολλῷ μᾶλλον τὰ ἡμέτερα. ὥσπερ σθένος λέοντος οὐκ ἂν κωλυθείη, οὕτως οὐδὲ παρρησία δικαίου. οὐ γὰρ οὕτω κατὰ φύσιν πρόσεστι τῷ θηρίῳ ἡ δύναμις, ὡς τῷ δικαίῳ ἡ δύναμις καὶ ἡ ἰσχύς· εὐκολώτερον λέοντα ἄνανδρον γενέσθαι ἢ δίκαιον εὐχείρωτον. 4,11a μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, 11b σκύμνοι δὲ λεόντων ἀπέλιπον ἀλλήλους; τὸ ζῷον τοῦτό φασι μὴ δύνασθαι σιτεῖσθαι. «τί οὖν; διεφθάρη;» φησίν. «οὐδαμῶς.» τοῦτο δὲ παράδοξον καὶ μέγα, χωρὶς τροφῆς διατρέφεσθαι τὸ ζῷον τῆς ἄνωθεν προνοίας ἀπολαῦον. ἡ τοίνυν πρόνοια ἡ ταῦτα διατάξασα καὶ μὴ διακόπτουσα πῶς ἂν τοὺς περὶ δικαιοσύνης ἔλυσε νόμους; ἀλλ' ἀλόγων μὲν τοσαύτην ποιεῖται πρόνοιαν, ἀνθρώπων δὲ οὔ; καὶ λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβουλον καὶ θανάσιμον. ὁ τοίνυν ἐν τοῖς δηλητηρίοις ζῴοις οὐδὲν διαταράττων καὶ τοῖς ἐπιβουλεύουσιν ἡμῖν

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
