# Commentarius in Job 64

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/64

τὴν εὐταξίαν διατηρῶν, καίτοι μὴ ἐχόντων ἀπὸ φύσεως τὸ τρέφεσθαι, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων. ἀλλὰ μυρμηκολέοντος τοσοῦτον προνοεῖ, δικαίου δὲ οὐχί; σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους; καὶ τοῦτο φυσικὸν τὸ συναγελάζεσθαι καίτοι μικρὸν ὄν, καὶ οὐδὲ τοῦτο διέφθαρται· ἀλλ' ὅπερ τέθεικεν ἐν τῇ φύσει, τοῦτο διατηρεῖ. ὁρᾷς ζῷον ἄγριον; 4,12a εἰ δέ τι, φησίν, ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, 12b οὐδὲν ἂν κακὸν τούτων συνήντησέ σοι. καὶ ἐν τῷ παρόντι αἰνίττεταί μοι, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ ἴσως ἢ εἰς ζῆλόν τινας ἄγων ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. ὁρᾶτε, ὅσοι τοιαῦτα διαπορεῖτε καὶ νῦν, τίνι προσεοίκατε. εἰ γὰρ ἐκεῖνος κατ' ἐκείνους τοὺς καιροὺς τοιαῦτα εἰπὼν οὐκ ἔτυχε συγγνώμης, πολλῷ μᾶλλον ἡμεῖς οἱ μετὰ τὴν πεῖραν τῶν πραγμάτων τοιαῦτα λέγοντες καὶ πολλὰς ἔχοντες αἰτίας τῶν γενομένων εἰπεῖν † ὥσπερ δοκοῦσι † καιρὸν εὑρηκέναι τοῦ ὀνειδίσαι καὶ ἐπεμβῆναι αὐτῷ τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν οὐκ ἀναμένοντες. 4,12c πότερον οὖν, φησίν, οὐ δέξεταί σου τὸ οὖς ἐξαίσια; ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ εἶδες οὐδέποτε ἐνύπνιον;» φησίν, «οὐδὲ ἐταράχθης;» ἢ ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ ἤκουσας τοιούτων διηγημάτων; μὴ ψεύδομαι;» φησίν, «τὸ οὖς σου οὐκ ἐδέξατο ἐξαίσια;» «οὐ γὰρ δὴ ἐν ἡμέρᾳ μόνον πτοεῖ καὶ ταράσσει, ἀλλὰ καὶ ἐν ἐνυπνίοις», φησίν, «καὶ ἐγὼ τοιαῦτα πολλὰ πολλάκις ἔπαθον. οἶδε <δὲ> καὶ δι' ὀνειράτων μόνων ταράττειν», φησίν, «καὶ δίκην εἰσπράττεσθαι.» ἐπειδὴ γὰρ συνέβαινεν ἐναντιοῦσθαι αὐτοῦ τῷ λόγῳ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
