# Commentarius in Job 66

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/66

«οὐκ ἤκουσας», φησίν, «ὅτι πολλοὶ οὕτως ἐκολάσθησαν;» εἶτα, ἵνα ποιήσῃ ἀξιόπιστον τὸν λόγον, ἑαυτὸν παράγει ὑπόδειγμα, ὅτι οὐδενὸς προλαβόντος, οὐδενὸς φαινομένου ἀθρόον φόβος τις καὶ ταραχὴ ἐνέπεσεν εἰς τὴν διάνοιαν αὐτοῦ. τοῦτο καὶ ἡ Πανάρετός φησιν περὶ τοῦ σκότους ἐκείνου, ὅτι ἰνδάλματα αὐτοῖς ἐφαίνετο κατὰ τὴν νύκτα καὶ τὸ σκότος ἐκεῖνο, καὶ ἱκανὸν ἦν εἰς τιμωρίαν τοῦτο. εἶτα πάλιν ἐκ περιουσίας ἐκ τοῦ καθόλου τὸ κατὰ μέρος δείκνυσιν. ὅρα, ἐπειδὴ εἶδε τὴν δόξαν ἀντικειμένην τοῦ δικαίου τοῖς αὑτοῦ ῥήμασιν, δι' ὅσων αὐτὴν καταβαλεῖν βούλεται. 4,17a τί γάρ; φησίν· μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου 17b ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; «ἄλλως δέ», φησίν, «οὐδὲ δυνατὸν ἄνθρωπον ὄντα καθαρὸν εἶναι.» μὴ δὴ ταῦτα εἰς δόγματα δεξώμεθα, ἀγαπητοί. καὶ καλῶς προσέθηκεν· ἔναντι κυρίου, καθὼς καὶ ὁ προφήτης φησίν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. καὶ πάλιν· ἐὰν ἁμαρτίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καθάπερ γὰρ ἡμῶν ἡ ἀγαθότης πονηρία ἐστὶν πρὸς τὴν ἐκείνου ἀγαθότητα συγκρινομένη, οὕτω καὶ τὰ λοιπά. ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ, φησίν, ἄμεμπτος ἀνήρ; ὅρα αὐτὸν ἀντιφθεγγόμενον τῷ θεῷ· αὐτοῦ γὰρ εἰρηκότος ἄνθρωπος ἄμεμπτος οὗτός φησιν· «οὐκ ἄμεμπτος». ἀπὸ τῶν οἰκείων ἐπαίρει τὴν ψῆφον. 4,18a εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, 18b κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. ἐμοὶ δοκεῖ περὶ τῶν ἄνω λέγειν δυνάμεων· «τί δεῖ λέγειν περὶ ἀνθρώπων», φησίν, «ὅταν οἱ ἄγγελοι μὴ ὦσιν ἄμεμπτοι;»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
