# Commentarius in Job 68

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/68

εἶτα καὶ κοινοῖ τὸν λόγον, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι· 4,19b ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ. καὶ γὰρ ἑτέρωθεν πάλιν τὸ δυνατὸν τοῦ θεοῦ καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον παρίστησιν εἰπών· 4,19c ἔπαισεν αὐτούς, φησίν, σητὸς τρόπον. τουτέστιν· εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρεν. 4,20a ἀπὸ πρωίθεν, φησίν, ἕως ἑσπέρας, καὶ οὐκέτι εἰσίν. τουτέστιν· ἐν ἡμέρᾳ μιᾷ ἢ ὅτι διὰ παντός. 4,20b καὶ παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. τουτέστιν· ὅτι οὐδεὶς ἀντιστῆναι δύναται τῷ θεῷ. οὐ δυνάμεθα δὲ βοηθῆσαι ἑαυτοῖς καὶ διὰ τὸ ὑπερέχον τῆς φύσεως τοῦ θεοῦ καὶ διὰ τὸ τῶν κακῶν πλῆθος. ἃ γὰρ ἡ χεὶρ ἡ ἁγία βεβούλευται, τίς διασκεδάσει; 4,21a ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐτελεύτησαν, 21b καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν ἀπώλοντο. οὐδὲν γὰρ ἰσχυρότερον τοῦ σοφοῦ. τοῦτο αὐτοὺς εὐχειρώτους ἐποίησε καὶ τῷ θεῷ· μάλιστα μὲν οὖν καὶ ἀπὸ τῆς φύσεως αὐτῆς εἰσιν εὐάλωτοι, ἔπειτα δὲ καὶ ἀπὸ τῆς κακίας καὶ τῆς ἀσεβείας. 5,1a ἐπικάλεσαι δέ, εἴ τίς σου ὑπακούσεται, 1b εἴ τινα ἁγίων ἀγγέλων ὄψει. καὶ ἀπὸ τούτου τὴν ὑπεροχὴν δείκνυσιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπὸ οἰκείων λογισμῶν ἐξετάζειν τὰ καθ' ἑαυτὸν τὸν Ἰώβ, ὅρα, τί φησιν· «μή μοι τοῦτο εἴπῃς. μέγας ἐστὶν ὁ θεός, πολλὰ ποιεῖ, ὧν οὐκ ἴσμεν· πολὺ τὸ ταπεινὸν τὸ ἡμέτερον, ἀπῳκίσμεθά που πόρρω. καὶ τί λέγω περὶ αὐτοῦ, ὅπου γε καὶ περὶ τῶν παίδων αὐτοῦ τὸ αὐτό ἐστιν εἰπεῖν; ὥστε, ὅπερ ἂν ποιήσῃ, καλῶς ποιεῖ.» 5,2a καὶ γὰρ ἄφρονα, φησίν, ἀναιρεῖ ὀργή, 2b πεπλανημένον δὲ θανατοῖ ζῆλος. ἀλλ' ὁ σοφὸς ταῦτα πάντα ἐπέσκεπται μετὰ ἀκριβείας, ὁ δὲ ἀνόητος πρὸς οὐδὲν τούτων ὁρᾷ· ἢ ὅτι ὁ θεὸς ἀναιρεῖ τῇ ὀργῇ τὸν

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
