# Commentarius in Job 69

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/69

ἄφρονα, πεπλανημένον δὲ θανατοῖ ζῆλος ὁ τοῦ θεοῦ. τουτέστιν· ἡ ὀργὴ τοὺς ἄφρονας ἀναιρεῖ· ἐμοὶ δοκεῖ τοὺς ἁμαρτωλοὺς λέγειν. τὸν ἄφρονα, φησίν, ὀργὴ ἀναιρεῖ, ὥστε τὸν φρόνιμον οὐδαμῶς· οὐδὲ γὰρ ὀργὴ ἔστιν ἐκεῖ. ὀργὴ δὲ ἀπόλλυσι καὶ φρονίμους, ἀλλαχοῦ φησιν· ὅταν δὲ καὶ ἀφροσύνη ᾖ, πολλῷ μᾶλλον. 5,3a ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, 3b ἀλλ' εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη. καὶ ὅρα, πῶς προδιορθοῦται· «μή μοι τοῦτο εἴπῃς, ὅτι πολλάκις καὶ παῖδας ἔσχον, ἀλλ' οὐ διηνεκῶς.» ἐπειδὴ γὰρ εἰκὸς ἦν λέγειν τινά· «πῶς οὖν, εἰ ἁμαρτωλὸς ἦν ὁ Ἰώβ, τοσούτων ἀπήλαυσεν ἀγαθῶν;», «ναί», φησίν, «ἑώρακα ἄφρονας ῥίζας βαλόντας.» ὁρᾷς, ὅτι {τὸν} ἄφρονα τὸν ἁμαρτωλὸν λέγει; καὶ τοῦτο τῆς τοῦ θεοῦ οἰκονομίας, ὥστε μὴ εὐθέως τοὺς ἁμαρτωλοὺς ἀναιρεῖν, ἀλλὰ διδόναι αὐτοῖς προθεσμίαν μετανοίας, ὥστε τοῖς ἀνθρώποις μὴ εἶναι ἀναγκαστὸν τὸ καλόν. 5,4a πόρρω γένοιντο, φησίν, οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, 4b κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων. τουτέστιν· ἐσκορπίσθησαν, ἐξερρίφησαν. 5,4b καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. 5,5a ἃ γὰρ ἐκεῖνοι ἐθέρισαν, δίκαιοι ἔδονται· 5b αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθήσονται, 5c καὶ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. τουτέστιν· ἐξαντληθείη αὐτῶν ἡ δύναμις. ἅμα καὶ ἐπαιρομένου ἐστὶ ταῦτα. 5,6a οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, 6b οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος. «τὸ γὰρ βαρύθυμον τοῦτο», φησίν, «ἐν ἀνθρώποις ἐστίν.» ὅρα, πῶς πάλιν βιάζεται δεῖξαι φυσικὰ τὰ εἰρημένα, ἵνα μὴ ἔχῃ τις ἐπισκῆψαι τῷ λόγῳ. «ἡ γὰρ τῶν ἀνθρώπων φύσις τοιαύτη», φησίν·

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
