# Commentarius in Job 7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/7

πλοῦτος ὁ θαυμαστός, οὗτός ἐστι ποθεινότερος καὶ ἡδίων καὶ χρησιμώτερος καὶ ἀσφαλέστερος καὶ δικαιότερος καὶ εὐσεβέστερος καὶ μᾶλλον ἀνθρώπῳ πρέπων καὶ ἀπονώτερος καὶ ζημίαν οὐ τοσαύτην ἔχων οὐδὲ μεταβολὰς δεχόμενος οὐδὲ τρεπόμενος. τινὲς τὸ τῶν ἀφ' ἡλίου ἀνατολῶν "τοῦ Ἀβραάμ" φασιν, ἐπειδὴ ἐκεῖθεν ἦν ὁ Ἀβραάμ. 1,4a συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους 4b ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν 4c συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν 4d ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. πολλὴ ἡ ὁμόνοια· τὸ μέγιστον τῶν ἀγαθῶν ἦσαν πεπαιδευμένοι, κοινῇ σιτεῖσθαι, κοινὴν τράπεζαν ἔχειν· οὐ μικρὸν γὰρ τοῦτο εἰς συμφωνίαν συντελεῖ. ὁρᾷς, ἀγαπητέ, εὐφροσύνην μετὰ ἀσφαλείας; ὁρᾷς τράπεζαν ἀδελφικήν; ὁρᾷς χορὸν συνδεδεμένον; τοῦτο γὰρ ἀπὸ πολλῆς φιλίας ἐγίνετο. συμπαραλαμβάνοντες ἅμα, φησίν, καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. μεγίστης γὰρ τοῦτο φιλίας τεκμήριον. διὰ τοῦτο καὶ Παῦλος ἐπέταττε λέγων· συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. οὕτω σύνδεσμός ἐστι κοινωνία τραπέζης, ὡς καὶ λῃστῶν περιγενέσθαι κακίας. λέγονται γὰρ ἁλῶν καὶ τραπέζης κοινωνήσαντες μεταβάλλεσθαι τὸν τρόπον πρὸς τοὺς κεκοινωνηκότας καὶ μὴ κεχρῆσθαι τῇ πονηρίᾳ κατὰ τῶν ὁμοτραπέζων· ὥστε εὗρέ τινα μέθοδον Ἰὼβ καὶ τὸ ἡδὺ καὶ τὸ ἀναγκαῖον ἔχουσαν ἐθίσας αὐτοὺς κοινῇ σιτεῖσθαι καθ' ἑκάστην ἡμέραν. ὅρα καὶ τοῦ πότου τὸ σεμνόν· τῶν υἱῶν τοῦτο ἔργον ἦν, οὐ τῶν θυγατέρων. ἐκεῖνοι γάρ, φησίν, τοῦτο παρεσκεύαζον, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ διὰ παντὸς ἐγίνετο. 1,5a καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, 5b ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθέριζεν αὐτούς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
