# Commentarius in Job 71

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/71

ἐγὼ δὲ ἐπιμενῶ τὸν θεὸν ἐπικαλῶν καὶ οὐκ ἀπελπίζων. οἶδε γὰρ ἀεὶ πρὸς τὸ ἐναντίον τὰ πράγματα μεταστρέφειν. ἐν κακοῖς εἰμι, ἀλλὰ δύναταί με ποιῆσαι καὶ ἐν ἀγαθοῖς εἶναι, ὡσπεροῦν ἐξ ἐκείνων εἰς τοῦτο ἤγαγεν.» κύριον δέ, φησίν, τὸν παντοκράτορα, τουτέστιν· πάντων, καὶ καιρῶν καὶ τόπων καὶ πραγμάτων, κρατοῦντα. εἶτα διηγεῖται περὶ τῆς δυνάμεως αὐτοῦ τῆς ἐφ' ἑκάτερα καὶ λέγει πρῶτον κατὰ γένος, εἶτα ἰδικῶς· 5,9a τὸν ποιοῦντα τὰ μεγάλα καὶ ἀνεξιχνίαστα, 9b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, 5,10a τὸν διδόντα ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς, 10b τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν. ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ τεκμήριον καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν καὶ μεταβολῆς καιροῦ δηλωτικόν. 5,11a τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος 11b καὶ ἀπολωλότας ἐξεγείροντα ἐν σωτηρίᾳ. τοῦτο καὶ ἐπὶ τοῦ κατὰ μέρος τὸ μὲν δῆλον, τὸ δὲ ἄδηλον. ἀλλὰ τοῦτο οἰκειότερον τὸ παράδειγμα· 5,12a τὸν διαλλάσσοντα βουλὰς πανούργων, 12b καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές. τουτέστιν· μεταβάλλοντα, μεταλλάττοντα τῶν πανούργων τὰς βουλὰς τῶν μὴ ποιούντων τι ἀληθές. καὶ τοῦτο τῆς τοῦ θεοῦ δυνάμεως καὶ οἰκονομίας ἔργον δύνασθαι καταλαμβάνειν πανουργίαν καὶ ποιεῖν ἀνόνητον. ὥσπερ γὰρ τὸ σωμάτων ἰσχυρῶν περιγενέσθαι οὕτω καὶ ψυχῆς δολερᾶς ἔργον θεοῦ. 5,13a ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει αὐτῶν. τουτέστιν· περιγινόμενος, κρατῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
