# Commentarius in Job 73

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/73

εἶτα λέγει τὴν ἰσχὺν τὴν ἐπὶ τὰ ἐναντία, ὅτι καὶ διὰ τῆς τιμωρίας ὠφελεῖ καὶ πάλιν μεταβάλλει τὴν ἀλγηδόνα, ἐπειδὰν τὸ αὐτῆς ἐργάσηται. ἵνα γὰρ μὴ λέγῃ τις· «εἰ καὶ ὠφέλιμον τὸ φάρμακον, ἀλλὰ πικρόν, καὶ οὐ δύναμαι φέρειν», διὰ τοῦτό φησιν· «ἀλλ' οὐ διηνεκές ἐστιν· ἐπειδὰν τὸ ἑαυτοῦ ποιῇ, ἀφαιρεῖται αὐτό. μὴ γὰρ ἀφίησί σε ἑτέρου δεηθῆναι ἰατροῦ· ἐννόησον, ὅτι αὐτός ἐστιν ὁ θεραπεύων. εἰ δὲ αὐτός ἐστιν ὁ θεραπεύων, δῆλον, ὅτι καὶ νῦν θεραπεύων ἀλγεῖν ποιεῖ.» 5,18a αὐτὸς γάρ, φησίν, ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν, 18b πατάξει, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται. εἰ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ καὶ πρὸς τὰ ἐναντία μετάγων καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλ' ἀπὸ τῆς αὐτῆς. 5,19a ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, 19b ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν. τουτέστιν· οὐκ ἀεὶ τὰ αὐτὰ ποιεῖ, ἀλλ' ἐν μὲν πρώτοις ἀφίησι πεῖραν λαβεῖν, μετὰ δὲ ταῦτα οὐδὲ πεῖραν. 5,20a ἐν λιμῷ ῥύσεται ἐκ θανάτου, 20b καὶ ἐν πολέμῳ ἐκ χειρὸς σιδήρου ῥύσεταί σε, 5,21a καὶ ἀπὸ μάστιγος γλώσσης κρύψει σε, 21b καὶ οὐ φοβηθήσῃ ἀπὸ κακῶν ἐπερχομένων. οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα. 5,21c ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν. οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς καὶ συκοφαντίας, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. 5,21d οὐ μὴ φοβηθῇς, φησίν,— οὐ μόνον «οὐδὲν πείσῃ», ἀλλ' «οὐδὲ φοβηθήσῃ», φησίν— 5,21d ἀπὸ ταλαιπωρίας, ὅτι ἐλεύσεται ταλαιπωρία. 22a ἀδίκων καὶ ἀνόμων καταγελάσῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
