# Commentarius in Job 75

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/75

6,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 6,2a εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, 2b τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν· 6,3a καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. ἔθος τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι μετὰ πολλῆς τῆς ἀκριβείας ἐπιθυμεῖν εἰδέναι τοὺς παρόντας τὸ μέγεθος τῶν κατειληφότων δεινῶν. τοῦτο δὴ οὗτος ὥσπερ ἐν τάξει εὐχῆς φησιν. εἰ γάρ τις ἀντὶ τοῦ· "εἴθε γάρ". ἰδοὺ ὀργὴν ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσομεν, οἷον ὡς ὅταν λέγῃ· ὁ παροξύνων βασιλεῖς, τουτέστιν· ὁ λυπῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόρρω τῶν ἐμῶν συμφορῶν ἑστηκότες μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας.» τοῦτο πρὸς ἐκεῖνο τὸ ῥῆμα, ὃ ἔλεγεν, ὅτι σὺ ἐνουθέτησας πολλούς, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. «τί λέγεις· "σὺ ἐσπούδακας"; ἐβουλόμην γενέσθαι δήλην μου τὴν συμφοράν, καὶ ἔγνωτε ἄν, ὡς οὐδεὶς τοιαῦτα ἔπαθεν.» ἀλλ' ὅρα δυσπραγίαν· «ἀφ' ὧν ἔδει με συγγνώμης τυγχάνειν, ἀπὸ τῶν αὐτῶν πραγμάτων ἀσύγγνωστός εἰμι. τὸ μέγεθος τῆς συμφορᾶς οὐ μόνον οὐκ ἀπολογεῖται», φησίν, «ὑπὲρ ἐμοῦ οὐδὲ μόνον οὐκ ἀφίησί με ἐλεεινὸν φαίνεσθαι, ἀλλὰ καὶ αὐτό με καταδικάζει. ἀφ' ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος. ἀλλ' οὐ δύναμαι», φησίν, «ἐλέους τυχεῖν, ὅσα ἂν εἴπω· τεκμήριον γὰρ τοῦτο ποιεῖσθε ἀσεβείας.» πρὸς ὃ εἶπεν ἐκεῖνος· μνήσθητι, εἴ τινες ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθάπερ καὶ περὶ τοῦ μακαρίου Παύλου ἔλεγον οἱ βάρβαροι, ὅτι τοῦτον διαφυγόντα τὴν θάλασσαν ἡ δίκη ζῆν οὐκ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
