# Commentarius in Job 76

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/76

εἴασεν. οἱ γὰρ ἄνθρωποι καὶ μάλιστα ὁ δημώδης ὄχλος τὰ γενόμενα ἁπλῶς καὶ κατὰ τὸ τυχὸν κρίνων οὐκ ἀπὸ τῶν ἑκάστῳ πεπραγμένων φέρει τὰς ψήφους, ἀλλ' ἀπὸ τῶν τιμωριῶν καὶ τῶν κολάσεων. ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος· τίς γὰρ βροτὸς καθαρὸς ἐνώπιον κυρίου;, διὰ τοῦτό φησιν· «οὐ δύναμαι ἀντιφθέγξασθαι οὐδὲ εἰπεῖν, ὅτι τοσαῦτα καὶ τοιαῦτα πέπονθα οὐδὲν ἁμαρτών. ἀντιφθέγγεται γάρ μοι τὰ τῶν τιμωριῶν· ἐπεὶ ἠδυνάμην ἐλέγξαι», φησίν, «τὸν ἰσχυρόν;»—τουτέστιν· ἀντειπεῖν. 6,3b ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα· 6,4a βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, 4b ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. 4c ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. τί ποτε τοῦτό ἐστιν; «οὐχὶ ταύτῃ μόνον», φησίν, «κεντοῦσιν, τῷ ἐμπεπηγέναι τῇ σαρκί, ἀλλὰ καὶ τῷ τὴν ψῆφον μου ἀφαιρεῖσθαι τὴν δικαίαν. ἵνα τί ὅταν <ἄρξωμαι λαλεῖν>, κεντοῦσί με καὶ τὸ ἐναντίον δοκεῖ λέγειν, ὅτι «ὅταν κεντῶσί με, τότε λαλῶ»; σχεδὸν ἀπολογεῖται ὑπὲρ τῶν προτέρων, ὑπὲρ ὧν ἐπηράσατο τὴν ἡμέραν. «οὐ γάρ», φησίν, «ἀπὸ πονηρίας οὐδὲ εἰκῇ οὐδὲ ἁπλῶς ταῦτα φθέγγομαι, ἀλλ' ὑπὸ τῆς ὀδύνης κεντούμενος. τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος ὡς εἰκῇ βούλεσθαι θρηνεῖν;»—διὰ τὸ λέγειν αὐτόν· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. καθάπερ ἐκεῖνοι τὰ ἄλογα παρήγαγον λέγοντες· σθένος λέοντος, οὕτω καὶ οὗτος· 6,5a τί γάρ; μὴ διὰ κενῆς κεκράξεται, φησίν, ὄνος ἄγριος ἀλλ' ἢ τὰ σῖτα ζητῶν; 5b εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων βρώματα; καλῶς προσέθηκεν· ἐπὶ φάτνης· ἀλλαχοῦ γὰρ βοᾷ. καὶ πάλιν· 6,6a εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός, 6b εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
