# Commentarius in Job 77

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/77

«ὥσπερ», φησίν, «οὐκ ἂν ἕλοιτο βοῆσαι εἰκῇ ὄνος οὐδὲ βοῦς ἐπὶ φάτνης, καὶ ὥσπερ οὐκ ἄν τις ἕλοιτο φαγεῖν ἄρτον ἄνευ ἁλὸς οὐδὲ προσέχειν ῥήμασι κενοῖς»—ἐκεῖνα τὰ μάλιστα ἀδύνατα τέθεικεν—, «οὕτως οὐδ' ἂν αὐτὸς ἑλοίμην», φησίν, «τοιαῦτα θρηνεῖν οὐκ οὔσης ἀνάγκης τῆς κεντούσης. ὥσπερ γὰρ ἀηδὲς ἄρτον ἄνευ ἁλὸς φαγεῖν, οὕτω καὶ ἐμοὶ ἀηδὲς θρηνεῖν καὶ ὀδύρεσθαι καὶ ῥήματα περιττὰ φθέγγεσθαι. τίς γὰρ ἂν ἕλοιτο ἁπλῶς ὀδύρεσθαι;» ἀπὸ τοῦ πορρωτέρου ἐπὶ τὸ ἐγγύτερον ἐλήλυθεν, ἀπὸ τοῦ ὄνου ἐπὶ τὸν ἄρτον. «ποία γὰρ ἡδονὴ ἐν ῥήμασι κενοῖς;» γεῦμα ἡδονή ἐστιν. εἰ δέ τι ῥῆμα ἀληθινόν, φησίν, ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων συνήντησέ σοι. διὰ τοῦτό φησιν· ἀλλ' ὡς ἔοικε, τὰ ῥήματά μού ἐστι φαῦλα. 6,7a οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή. διὰ τί; 6,7b βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. οὐκ ἤρκει τὸ ἕλκος οὐδὲ ὁ ἰχώρ, ἀλλὰ καὶ ἑτέρα τιμωρία. ἀπὸ τῆς νόσου καὶ τὴν αἴσθησιν ἅπασαν ἐβλάβη, ὥστε αὐτῷ καὶ αὐτὴν τὴν τροφὴν τιμωρίαν γενέσθαι. ἡ δυσωδία τῆς σηπεδόνος τὸ κριτήριον ἀφεῖλε τῶν αἰσθήσεων. τί ταύτης τῆς τιμωρίας χαλεπώτερον γένοιτο; οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν. ὥσπερ ὀσμὴ λέοντος, φησίν. δυσῶδες γὰρ τοῦτο τὸ θηρίον μεθ' ὑπερβολῆς. ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων ἐποίησε φαυλότερον ὁ θεός. 6,8a εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις 8b καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος. 6,9a ἀρξάμενος ὁ κύριος τρω-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
