# Commentarius in Job 78

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/78

σάτω με, 9b εἰς τέλος δὲ μή με ἀνελέτω. 6,10a εἴη δὲ πόλις μου τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. «μία λύσις τούτων ἐστίν», φησίν, «τῶν δεινῶν θάνατος καὶ ἀνάπαυσις.» τί ἐστιν· ἡλλόμην; «γαῦρος ἤμην», φησίν, «καὶ πεποιθώς.» 6,10a οὐ μὴ φείσωμαι· 10b οὐ γὰρ ἐψευσάμην ἐν ῥήμασιν ἁγίου θεοῦ μου. «οὐ μὴ φείσωμαι τῆς πρὸς ὑμᾶς ἀντιλογίας», φησίν· «οὐ γὰρ σύνοιδα ἐμαυτῷ τοιοῦτον οὐδέν, οἷον ὑμεῖς λέγετε. ἀλλ' οὐ λέγω τοῦτο, ἀλλ' ὅτι μείζονα τῆς οἰκείας», φησίν, «φύσεως μεμαστίγωμαι· ὑπὲρ γὰρ δύναμιν θνητῶν σωμάτων τῶν βασάνων τὸ μέγεθος.» σὺ δέ μοι παρατήρει πανταχοῦ, πῶς καὶ τοσαύτην ἀνάγκην ὁρῶν οὐδαμοῦ πρὸς τὴν τῶν κατορθωμάτων αὐτοῦ διήγησιν ἐξελθεῖν ἠνέσχετο, ἀλλὰ κρύπτει τέως. καὶ τὰ μὲν ἁμαρτήματα μετὰ πολλῆς τῆς παρρησίας ἐπὶ συλλόγου καὶ λαμπροῦ θεάτρου πολλάκις ἐξεπόμπευεν, τὰ δὲ κατορθώματα καὶ τοσαύτην ἀνάγκην ὁρῶν σιγᾷ. οὐ γὰρ δὴ λέγει, ὅτι «δίκαιος ὢν τοιαῦτα πέπονθα», ἀλλ' ὅτι «οὐ δύναμαι ἐνεγκεῖν», ὥσπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· ἐλέησόν με, ὅτι ἀσθενής εἰμι. τοῦτο δὲ τὸ ῥῆμα τῶν οὐκ ἐχόντων ἐστὶ παρρησίαν ὥστε ἐπὶ τὴν ἀσθένειαν καταφεύγειν τῆς φύσεως. τὸ γὰρ λέγειν, ὅτι «ἀσθενής εἰμι, οὐκ εἰμὶ λίθος οὐχὶ δεικνύντος ἐστίν, ὅτι ἀναξίως παιδεύεται, ἀλλ' ὅτι δικαίως μέν, οὐ δύναται δὲ ἐνεγκεῖν. καὶ διὰ τοῦτο συγγνώμης ἀξιοῖ τυχεῖν. 6,11a τίς γάρ μού ἐστιν ἡ ἰσχύς, φησίν, ὅτι ὑπομένω; 11b ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; <6,12a μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου;>

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
