# Commentarius in Job 80

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/80

καὶ γυμνωθῇ τῆς παρ' αὐτοῦ βοηθείας, πάντα ἐχθρὰ καὶ πολέμια. «οὐδεὶς ἐπέγνω με», φησίν, «ἐν τῇ συμφορᾷ, ἀλλὰ τοῦτο οὔπω μέγα· οἵτινές με ηὐλαβοῦντο, νυνὶ δὲ ἐπιπεπτώκασί μοι. τοῦτο πολλῷ χαλεπώτερον τὸ καὶ ἐπεμβαίνειν κειμένῳ.» ἐμοὶ δοκεῖ τούτους αἰνίττεσθαι. 6,16a ὥσπερ χιὼν 16b ἢ κρύσταλλος, φησίν, πεπηγώς· 6,17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκέτι ἐπεγνώσθη, ὅτι ἦν, 6,18a οὕτως ἐγὼ κατελείφθην ὑπὸ πάντων. 18b ἀπωλόμην τε καὶ ἔξοικος ἐγενόμην. τουτέστιν· «οὐδὲ μνημόσυνον ὑπολέλειπται οὐδὲ λείψανον τῆς προτέρας εὐπραγίας.» ταῦτα τῆς συμφορᾶς χαλεπώτερά ἐστιν. εἴ τις ἄραι μου τὰς ὀδύνας ὁμοθυμαδὸν <ἐν ζυγῷ>. καὶ πειρᾶται αὐτὰς διηγεῖσθαι· «βρῶμον γὰρ ὁρῶ, φησίν, τὰ σῖτά μου. εὔχομαι ἀποθανεῖν καὶ οὐκ ἀποθνῄσκω· ἄνθρωπος ὢν ταῦτα πάσχω, οὐ λίθος, ἄνθρωπος ὀλιγοχρόνιος. οὐκ ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς. οἱ μὲν παρατρέχουσί με τῶν οἰκείων, οἱ δὲ καὶ ἐπεμβαίνουσιν. οὐδὲν λείψανον τῆς προτέρας ὑπολέλειπται εὐπραγίας.» 6,19a ἴδετε ὁδοὺς Θαιμανῶν 19b καὶ ἀτραποὺς Σαβῶν, οἱ διορῶντες, 6,20a αἰσχύνθητε αἰσχύνην, οἱ ὁρῶντες. ὀφειλήσουσιν 20b οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. «ἐπιβλέψατε», φησίν, «καὶ ἴδετε.» τουτέστιν· «τὰ οἰκεῖα ἀναμνήσθητε. τὸ μέλλον ἄδηλον καὶ πάντες ὁμοίως ὑποκείμεθα. ταῦ-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
