# Commentarius in Job 81

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/81

τα καὶ ὑμεῖς λογίζεσθε περὶ ὑμῶν αὐτῶν καὶ τοῦ φρονήματος ἑαυτοὺς καταστέλλετε.» 6,21a ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. «ἀσυμπαθῶς», φησίν, «ἐλεγκτικῶς, κατηγορικῶς.» 6,21b ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. «φοβήθητε, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος. εἰ καὶ μηδὲν ἕτερον», φησίν, «μήτε φιλία μήτε ἡ τὸ πρότερον εὐεργεσία μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ἐποίει, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.» 6,22a τί γάρ; μή τι ὑμᾶς ᾔτησα 22b ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι, 6,23a ὥστε με σῶσαι ἐκ χειρὸς κακῶν 23b ἢ ῥύσασθαί με ἐκ χειρὸς δυνάστου; τουτέστιν· «οὔτε πρότερον ὑμῶν ἐδεήθην οὔτε νῦν, ἀλλ' αὐτόματοι παρεγένεσθε ὡς δὴ παρακαλέσοντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε;» 6,24a διδάξατέ με, ἐγὼ δὲ κωφεύσω. 24b εἴ τι πεπλάνημαι, φράσατέ μοι. «ἀλλ' ὅμως οὐδὲ οὕτως ἀρνοῦμαι μανθάνειν, μόνον εἴ τι χρήσιμον δυνήσεσθε εἰπεῖν, ἀλλὰ σιγήσομαι, ἄν τι εἴπητε τῶν δεόντων.» οὐ γὰρ δὴ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ' ἁπλῶς ἀπὸ στοχασμοῦ. καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. 6,25a ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀνδρὸς ἀληθινοῦ ῥήματα. «ἀλλ' οὐ δυνατόν», φησίν, «ἀγωνίσασθαι καλῶς μοι τῆς συμφορᾶς ἀντιφθεγγομένης.» ἢ ὅτι ὁ τὰ ὀρθὰ λαλῶν καὶ μετὰ παρρησίας φθεγγόμενος οὐκ ἔστι τοῖς ἀκούουσι φορητός· τὰ γὰρ τοῦ δικαίου ῥήματα πάντες

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
