# Commentarius in Job 83

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/83

τὸ ἐπίπονόν φησιν· καθάπερ ἐκεῖνος δι' ὅλης πονεῖται καὶ ταλαιπωρεῖ τῆς ἡμέρας, οὕτω καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος καὶ οὐδὲν μέγα συλλέγων· καθάπερ γὰρ ἐκεῖνος ὁ μίσθιος πάντα μὲν τὸν χρόνον πονεῖται τῆς ἡμέρας, οὐδὲν δὲ μέγα συλλέγει, οὕτω καὶ ὁ ἅνθρωπος. ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; 7,2a ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον ἑαυτοῦ καὶ τετευχὼς σκιᾶς. «κἂν ἀναπαύσωμαι μικρόν», φησίν, «καθάπερ οἰκέτης μικρὸν ἀναπνεῖ οὐ μετὰ ἀδείας οὐδὲ μετὰ παρρησίας, οὕτω πολλαὶ πολλαχόθεν αἱ τῆς τυραννίδος ἐπιθέσεις.» ἐμοὶ δοκεῖ τὸν δραπέτην λέγειν οἰκέτην· καθάπερ ἐκεῖνος ὁ φυγὼν τὸν δεσπότην ἐν ἀγωνίᾳ διὰ παντός ἐστιν. 7,2b ἢ ὥσπερ μίσθιος ἀναμένων τὸν μισθόν. ἐκεῖνον τὸν χρόνον ἀναπαύεται μόνον. 7,3a οὕτω κἀγὼ ὑπέμεινα μῆνας κενούς. «μετὰ ἀγωνίας, μετὰ ταλαιπωρίας, μετὰ φόβου.» τοῦτο δὲ οὐχὶ περὶ πάντων λέγει, ἀλλὰ περὶ ἑαυτοῦ. 7,3b νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. 7,4a ἐὰν κοιμηθῶ, λέγω πάλιν· πότε ἡμέρα; 4b ὡς δ' ἀναστῶ, λέγω πάλιν· πότε ἑσπέρα; 4c πλήρης γὰρ γίνομαι ὀδυνῶν ἀφ' ἑσπέρας ἕως πρωί. 7,5a φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, 5b τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. «ὅτι πειρατήριόν ἐστιν», φησίν, «ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς, οὕτω κἀγὼ ἀνέμεινα μῆνας κενούς.» κενοὺς διὰ τί; ὅτι ἐταλαιπώρησα καὶ μισθὸν οὐκ ἔλαβον, ὅτι ἐν συμφοραῖς καὶ οὐδὲν ἔχω τέλος χρηστὸν φλογμῷ καὶ ἱδρῶτι παλαίων τοσούτῳ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
