# Commentarius in Job 84

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/84

νύκτες, φησίν, ὀδυνῶν δεδομέναι μοί εἰσιν. τὸ μεῖζον τούτου· πανταχοῦ δυσάρεστος ἦν. «οὔτε τὸ φῶς με τῆς ἡμέρας παραμυθεῖται οὔτε τῆς νυκτὸς ἡ ἀνάπαυσις. ἕκαστος καιρὸς ἐμοὶ φορτικός, τῶν παρόντων ἀπαλλαγὴν μόνον ζητῶ.» ὅπερ τῶν δυσαρέστων ἐστίν. εἶτα τὴν συμφορὰν λέγει· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. οὐκέτι γὰρ ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθείς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. 7,6a ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως, 6b ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. ἐπειδὴ λέγει· "ὑπόμεινον τὸν κύριον καὶ αὐτός σοι ἀποδώσει", «οὐδὲν ὑπολέλειπταί μοι», φησίν, «λοιπὸν τῆς ζωῆς, οὕτω ταχὺ παρέρχομαι πρὶν ἢ φανῆναι, οὕτως ὀλίγος ἡμῶν ὁ χρόνος. οὐκ ἔστιν εἰπεῖν, ὅτι πολὺν χρόνον ἀπολαύσας τῆς ζωῆς ἢ μέλλων ἀπολαύσεσθαι ταῦτα πάσχω τὰ δεινά, ἀπόλωλα δὲ ἐν κενῇ ἐλπίδι προσδοκήσας μεταβολήν τινα καὶ λύσιν.» 7,7a μνήσθητι δή, ὅτι πνεῦμά μου ἡ ζωή. ὅρα οὐδαμοῦ ἀπὸ κατορθωμάτων ἀξιοῦντα σωθῆναι ἑαυτόν, ἀλλ' ἐπειδὴ ὀλιγοχρόνιός ἐστιν. 7,7b καὶ οὐκέτι, φησίν, ἐπανελεύσεται ὁ ὀφθαλμός μου τοῦ ἰδεῖν ἀγαθόν. τὴν ἐνταῦθα ἐπάνοδόν φησιν. ἐμοὶ δοκεῖ τὸν περὶ ἀναστάσεως ἀγνοεῖν λόγον τοῦτον· οὐ γὰρ ἂν οὕτως ἤνεγκε χαλεπῶς ἐπιστάμενος. ταῦτα γὰρ τὰ ῥήματα τοῦτον εἶχε τὸν σκοπόν· ταῦτα διανοουμένου ἦν καὶ ἐνθυμουμένου καὶ ἐννοοῦντος. 7,8a οὐ κατανοεῖ μοι ὁ ὀφθαλμὸς ὁρῶντός με, 8b οἱ ὀφθαλμοί σου ἐν ἐμοὶ καὶ οὐκέτι εἰμί, 7,9a ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. 9b ἐὰν γὰρ ἄνθρωπος κατα-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
