# Commentarius in Job 85

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/85

βῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι 7,10a οὐδὲ μὴ ἐπιστραφῇ ἔτι εἰς τὸν ἴδιον οἶκον, 10b οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ ἔτι. 7,11a τοιγαροῦν, φησίν, οὔτε ἐγὼ φείσομαι τῷ στόματί μου, οὐ τῇ διανοίᾳ, 11b λαλήσω δὲ ἐν ἀνάγκῃ τοῦ πνεύματός μου. ὅρα πρῶτον μέν, πῶς οἶδεν ἐπιγινώσκειν ἑαυτοῦ τὰ ῥήματα καὶ σχεδὸν ἀπολογίαν ἀπαιτεῖ παρὰ τῶν δικαστῶν καὶ συγγνώμης ἀπολαῦσαι ἀξιοῖ, ὡς οὐκ αὐτοῦ, ἀλλὰ τῆς θλίψεως ταῦτα φθεγγομένης. 7,11c ἀνοίξω, φησίν, τὸ στόμα μου ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. 7,12a πότερον θάλασσά εἰμι ἢ δράκων, 12b ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; τουτέστιν· «ὅτι τοσαύτῃ κέχρησαι φρουρᾷ περὶ ἐμέ.» φυλακὴν δὲ τὸν φόβον λέγει. 7,13a εἶπον· παρακαλέσει με ἡ κλίνη μου, 13b ἀνοίσω δὲ πρὸς ἐμαυτὸν διάλογον ἰδίᾳ τῇ κοίτῃ μου. τὸν φόβον φυλακὴν λέγει. εἶπον· παρακαλέσει με ἡ κλίνη μου, τουτέστιν· «τὴν ἀπὸ τοῦ ὕπνου λήψομαι παραμυθίαν.» 7,14 διὰ τί ἐκφοβεῖς με ἐν ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήττεις; καὶ τοῦτο ἄρα τῆς τοῦ διαβόλου ἐνεργείας ἦν· οὐδὲν γὰρ ὁ θεὸς αὐτῷ ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν. 7,15a ἀπαλλάξεις δέ, φησίν, ἀπὸ πνεύματός μου τὴν ζωήν μου, τὴν δὲ ψυχήν μου ἀπὸ τοῦ σώματος, 15b ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. 7,16a οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. 16b ἀπόστα ἐπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. μονονουχὶ λέγων· «ἄνελέ με» ταῦτά φησιν. «ἰδοὺ τὰ φορτικὰ ῥήματα.» τί φορτικὸν ἔχει; εἶπε τὴν συμφορὰν καὶ ᾔτησε θάνατον καὶ λύσιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
