# Commentarius in Job 88

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/88

«καὶ αὐτὴ ἡ φύσις ἐπιγνώσεται», φησίν, «τὴν οἰκείαν τελευτήν, καὶ ἔνι, ὅτι αὔριον οὐκ ἔσομαι.» τουτέστιν· «οὕτω ταχέως ἀπολοῦμαι· διὰ τί οὐκ ἐπελάθου ἀνθρώπου οὕτως εὐτελοῦς;» 8,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 8,2a μέχρι τίνος λαλήσεις ταῦτα; 2,b πνεῦμα πολυρῆμον τοῦ στόματός σου. 8,3a μὴ ὁ κύριος ἀδικήσει κρίνων 3b ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ἆρα ταῦτα εἶπεν, ὅτι «ἀδίκως πάσχω»; ὁρᾷς, πῶς οὐδαμοῦ τοῦ σκοποῦ καταστοχάζονται τοῦ δικαίου; οὐδαμοῦ γὰρ τοῦτο εἶπεν, ἀλλ' ἐπὶ τὴν ἀσθένειαν τῆς φύσεως κατέφυγε λέγων· μὴ θάλασσά εἰμι ἢ δράκων; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; τίς γάρ μού ἐστιν ὁ βίος; οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἔτι καὶ τὰ ἁμαρτήματα ὁμολογεῖ· «διὰ τί», φησίν, «οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου, εἰ καὶ μὴ δι' ἐμέ, ἀλλὰ διὰ σαυτόν; εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι;» ὥσπερ ἄν τις πένης καὶ οὐδὲν ἔχων καταφαγὼν ἅπαντα λέγοι τῷ δεδανεικότι· «τί δύναμαί σοι ποιῆσαι; μὴ γὰρ ἐγὼ δύναμαι ἀποδοῦναι λοιπόν.» εἶτα καὶ φλυαρίαν αὐτοῦ καταγινώσκει οὐκ εἰδώς, ὅτι τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι φέρει τινὰ παραμυθίαν τὸ φθέγγεσθαι, ὡσπεροῦν καὶ αὐτός φησιν· λαλήσω δὲ ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου. † ἀλλ' ὅμως † «καὶ ταῦτα», φησίν, «διὰ τοῦτο ἐφθεγξάμην, ἐπειδὴ ἡ ἀνάγκη ἀπῄτει, διὰ τοῦτο θάνατον ἐζήτησα.» ὁ δὲ μηδὲ τοῦτον ἐλθεῖν τολμῶν αἰτεῖν, εἰ μὴ ἡ ἀνάγκη ἀπῄτει, ὅρα πόσην εὐλάβειαν ἐπιδείκνυται, ὥστε {οὐκ} ἀπὸ σκοποῦ ὁ λόγος. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων; καὶ μὴν οὐ δικαιοσύνην ἑαυτῷ ἐμαρτύρησεν, ἀλλὰ τί; διὰ τί οὐκ ἐπελάθου τῆς ἀνομίας

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
