# Commentarius in Job 91

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/91

8,13a οὕτω τοίνυν ἔσται, φησίν, τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ θεοῦ· 13b ἐλπὶς γὰρ ἀσεβοῦς ὀλεῖται. 8,14a ἀοίκητος δὲ ὁ οἶκος αὐτοῦ ἔσται, ὁ οἶκος καὶ ἡ ὁδὸς αὐτοῦ, 14b ἡ δὲ σκηνὴ αὐτοῦ ἀράχνη ἀποβήσεται. 8,15a ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ, 15b ἐπιλαβομένου δὲ αὐτῆς οὐ μὴ ὑπομείνῃ. 8,16a ὑγρὸς γάρ ἐστιν ἀπὸ ἡλίου, 16b καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. 8,17a ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, 17b εἰς δὲ μέσον χαλίκων ζήσεται. 8,18a ἐὰν δὲ συγκαταπίῃ, αὐτὸν ὁ τόπος ψεύσεται. 18b οὐχ ἑώρακας τοιαῦτα, 8,19a ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; 19b ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· 8,20a ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, 20b πᾶν δέ, φησίν, δῶρον ἀσεβοῦς οὐ δέξεται. ὅρα καὶ ἐνταῦθα πῶς αὐτὸν ἔβαλεν, ἐπειδὴ ταῖς θυσίαις εἰκὸς αὐτὸν ἦν θαρρεῖν. σὺ δέ μοι θέα, πῶς ἐν τάξει παραινέσεως πλήττουσιν. οἱ γὰρ εἰπόντες, ὅτι «ἔλπιζε ἐπὶ τὸν θεόν», οὗτοί φασιν, ὅτι οὐδὲ ἐλπίς ἐστιν. 8,21a ἀληθινῶν δὲ στόμα, φησίν, ἐμπλήσει γέλωτος 21b καὶ τὰ χείλη αὐτῶν ἀγαλλιάσεως. 8,22a οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, 22b καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται. ὅπερ ἦν ἐπὶ τοῦ Ἰώβ. πόσων τραυμάτων οὐ χαλεπώτερον, πόσης νόσου, πόσης τηκεδόνος, ἀκούειν, ὅτι ἀσεβής ἐστιν, ὅτι μυρίων γέμων κακῶν, ὅτι, εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ταῦτα ἔπαθεν. καλή γε ἡ παράκλησις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
