# Commentarius in Job 93

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/93

καὶ πάλιν· ἁμαρτίας ἐὰν παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καὶ ὅρα, πῶς θαρρεῖ τῷ λόγῳ· ὃν βούλει, φησίν, ἄνθρωπον εἰς μέσον ἄγε, εἴτε ἐκ τῆς παλαιᾶς εἴτε ἐκ τῆς καινῆς, βούλει Παῦλον, οὗ ἴσον οὐδὲν ἂν γένοιτο, τὸ ἔσχατον τῆς ἀρετῆς μέρος, τοῦτον οὐκ ὄντα ἐποίησεν, γενομένῳ νόμον ἔδωκεν, δι' αὐτὸν οὐρανὸν ἐποίησεν. μᾶλλον δὲ ἐπὶ τοῦ κοινοῦ αὐτὸ γυμνάσωμεν· ἐποίησε τὴν ἀνθρωπίνην φύσιν. τίνος ἕνεκεν; δι' ἀγαθότητα μόνην. καὶ τὰ ἄλλα, τὰ λοιπά· τὸν κόσμον δι' αὐτόν, τὰ ἄλλα ἅπαντα δι' αὐτόν. ἐντολὴν ἔδωκεν, παρήκουσεν· πάλιν ἔδωκεν νόμον, πάλιν παρήκουσεν· πάλιν τὸν υἱὸν ἔπεμψεν, πάλιν παρήκουσεν· πάλιν μετάνοιαν ἔδωκεν, πάλιν παρήκουσεν· πάλιν γέενναν ἠπείλησεν, πάλιν παρήκουσεν. καὶ ἔτι ἐβούλετο σῶσαι αὐτόν. βούλει Παῦλον αὐτὸν ἐξετάσωμεν; ἄκουε αὐτοῦ λέγοντος· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. εἶτα ἐμαρτύρησεν, μετὰ τοῦτο, μετὰ τὸ κληθῆναι, ὅσης ἀπολαύει σπουδῆς καὶ προνοίας. μᾶλλον δέ, τί λέγομεν ταῦτα; οὐ γὰρ δυνατὸν εἰπεῖν. εἶτα, ἵνα μὴ κατὰ μέρος ἐπεξίῃ τῷ εἰρημένῳ, ἀπὸ τοῦ καθόλου αὐτὸ πιστοῦται καί φησιν· 9,4b τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; οὕτως ἐστὶ κραταιός. εἶτα ἀπὸ τῆς πείρας πιστοῦται τὸν λόγον· «μέγας ἐστὶν ὁ θεός», φησίν, «οὐδέν ἐστιν ἄνθρωπος.» καὶ ὅρα, πῶς ὑψηλῶς· 9,5a ὁ παλαιῶν, φησίν, ὄρη καὶ οὐκ οἴδασιν. «<παλαιοῖ> τὰ ὄρη ἀνεπαισθήτως», φησίν, ὥσπερ ὁ Δαυὶδ ἔλεγεν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ἐνταῦθα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, ὅτι πάντα δύναται, περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τιμωρητικῆς. ἐμαρτύρησεν αὐτῷ δικαιοσύνην, μαρτυρεῖ αὐτῷ καὶ δύναμιν·

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
