# Commentarius in Job 94

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/94

9,5b ὁ καταστρέφων αὐτὰ, φησίν, ἐν ὀργῇ, 9,6a ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, 6b οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. 9,7a ὁ λέγων, φησίν, τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, 7b κατὰ δὲ ἄστρων κατασφραγίζει. ὁρᾷς, πόσην αὐτῷ μαρτυρεῖ δύναμιν καὶ πρόνοιαν; οὐχ ὡς ἀκούοντος τοῦ ἡλίου, ἀλλὰ τὸ μεγαλεῖον τῆς ἐξουσίας ἐμφαίνων, {τουτέστι} καὶ ἐπὶ τῶν ἄστρων τὸ αὐτὸ ποιεῖ. καὶ {τὸ αὐτὸ} δείκνυσι τὸν δημιουργὸν πάλιν· 9,8a ὁ τανύσας τὸν οὐρανὸν μόνος. ὅπερ φησὶν ὁ Ἠσαΐας. 9,8b καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. ἐνταῦθα καὶ προφητεία τίς ἐστιν. 9,9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ ταμιεῖα νότου, 9,10a ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, 10b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ἃ οὐκ ἴσμεν ἡμεῖς. οὐκ εὔδηλον, ὅτι οὐδεὶς ἀντιστῆναι δυνήσεται τῷ τοιούτῳ, τῷ οὕτω σοφῷ καὶ δικαίῳ; ὅρα, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. εἶτα τὸ ἀόρατον αὐτοῦ· 9,11a ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω, 11b καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὅλως ἔγνων. 9,12a ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; 12b ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; 9,13a αὐτὸς γὰρ ἀπέστραπται ὀργήν. καὶ δυνατός ἐστι καὶ οὐδένα τὸν ὅμοιον ἔχων. 9,13b ὑπ' αὐτοῦ δὲ ἐκάμφθη κήτη τὰ ὑπ' οὐρανόν. ὥστε μὴ ὑπερβαίνειν, φησίν, τοὺς ἰδίους τόπους, ὥστε μὴ εἶναι ὄρθια † ἅτε θάλασσαν βλέπων ἐν μέσῳ ὤν †. εἰκότως τῶν κητῶν μέμνηται καὶ ἀπὸ τούτων τὴν δύναμιν αὐτοῦ διηγεῖται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
