# Commentarius in Job 96

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/96

9,17b πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διὰ κενῆς. σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. τί οὖν θαυμάζεις, εἰ, ὃ θεὸς εἶπεν, τοῦτο καὶ αὐτὸς λέγει; ἢ τὸ διὰ κενῆς οὐχ, ὅτι οὐχ ἥμαρτεν, ἀλλ' ὅτι οὐδὲν ἔσται πλέον ἀπὸ τῆς τιμωρίας αὐτοῦ καὶ τοῦ κολάζεσθαι. 9,18a οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι. τουτέστιν· «πολλῶν πλήρης εἰμὶ δεινῶν.» 9,18b ἐνέπλησε δέ με πικρίας. 9,19a ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ, 19b τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; οὐ τοῦτο λέγει, ὅτι ἁπλῶς ἰσχύι κρατεῖ, ἀλλ' ὅτι δυνατός ἐστι ποιῆσαι, ὅσαπερ ἂν θέλῃ. 9,20a ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. «πρὸς θεὸν κρίνομαι γάρ.» 9,20b ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. 9,21a εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, 21b πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. ὁρᾷς, πόσην λέγει περιουσίαν τῆς τοῦ θεοῦ δικαιοσύνης καὶ τῆς ἡμετέρας ἀσθενείας, οἳ μηδὲ τὰ ἁμαρτήματα συνιδεῖν δυνάμεθα; 9,22 διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, 9, 23a καὶ φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀπολοῦνται, 23b ἀλλὰ δίκαιοι καταγελῶνται· 9,24a παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. τουτέστιν· παρὰ τῷ θεῷ πᾶς ἄδικός ἐστιν, ἀλλ' ἔστι τις διαφορά· ὁ δυνάστης ἁλίσκεται παρ' αὐτοῦ, ὁ φαῦλος καὶ πονηρὸς ἀπόλλυται, ὁ δίκαιος, ὅταν αὐτὸν ἐξετάσαι θελήσῃ, καταγελᾶται ὡς οὐ μόνον δεινὰ πάσχοντος, ἀλλὰ καὶ ἐλεγχομένου διὰ τῶν τιμωριῶν. ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅταν ἑαυτὸν ὁ θεὸς κινήσῃ καὶ ἐπεξελ-

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
