# Commentarius in Job 98

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/98

ξε κατ' ἐμοῦ στόματα ἡ τιμωρία», ἢ ὅτι «οὐ στήσεται κολάζων με, ἀλλ' ἔτι τιμωρήσεταί με.» 9,29 ἐπειδὴ δέ εἰμι ἀσεβής, φησίν, διὰ τί οὐκ ἀπέθανον; ὁρᾷς, πῶς οὐκ ἀρνεῖται τὸ εἶναι ἁμαρτωλός; διὰ τί οὐκ ἀπέθανον; φησίν· οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ ζητοῦντος. «οὐκ οἶδα τὴν οἰκονομίαν», φησίν. 9,30a ἐὰν γὰρ ἀπολούσωμαι χιόνι 30b καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, 9,31a ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας, 31b ἐβδελύξατο δέ με ἡ στολή μου. τουτέστιν· «ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας· τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. ἂν τοῦ ἡλίου καθαρώτερος γένωμαι, ἔχω κηλῖδα», φησίν, «οὐ τὴν τυχοῦσαν.» ἐβδελύξατο δέ με ἡ στολή μου. «τί δεῖ λέγειν περὶ ἀνθρώπων, ὅπου γε καὶ αὐτὰ τὰ ἱμάτια μισεῖ με.» ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «καὶ ὁ ἐγγύτατος, καὶ οὗτος ἐμίσησέ με· οὐ διὰ τὴν τιμωρίαν ἀπεστράφη, ἀλλ' ὡς ἐναγῆ καὶ μιαρόν, ὡς ἀκάθαρτον καὶ πάντων ἔσχατον, οὕτως ἀπεστράφησάν με. τί ἀπὸ τούτου τὸ κέρδος τοιαύτην περὶ ἐμοῦ ψῆφον ἐνεγκεῖν;» 9,32a οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι, φησίν. ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ ἄνθρωπος ἦν ὁ κολάζων, οὐ πάντως ἡ τιμωρία κατεψηφίσατο τοῦ κακῶς πάσχοντος, ἀλλ' ἠδυνάμην κριθῆναι πρὸς αὐτὸν καὶ δεῖξαι ἀδικοῦντα. ἐπειδὴ δὲ θεὸς εἶ, ἀδύνατον τοῦτο γενέσθαι, ἀλλ' ἀρκεῖ κολασθῆναι καὶ τὴν ἐσχάτην ψῆφον ἀπενεγκεῖν.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
