# Commentarius in Job 99

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job, Pg 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/commentarius-in-job/99

9,32b ἵνα ἔλθωμεν, φησίν, ὁμοθυμαδὸν εἰς κρίσιν. 9,33a εἴθε ἦν ὁ μεσίτης ἡμῶν 33b καὶ ὁ διελέγχων καὶ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων. 33c δυεῖν δέ μοι χρεία· 9,34a ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον αὐτοῦ 34b καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. 9,35a καὶ οὐ μὴ φοβηθῶ αὐτόν, ἀλλὰ λαλήσω. 35b οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον. 10,1a κάμνω δὲ τῇ ψυχῇ μου, 1b στένων δὲ ἐπ' ἐμαυτὸν ἐπαφήσω τὸν θυμόν μου, τὰ δὲ ῥήματά μου 1c λαλήσω ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. καὶ μὴν αὐτὸς ἔλεγεν ἀνωτέρω, ὅτι οὐ μὴ ἀποκριθῇ αὐτῷ πρὸς ἕνα λόγον αὐτοῦ ἀπὸ χιλίων. πῶς οὖν ἐνταῦθα λέγει; ἐν πικρίᾳ ψυχῆς, φησίν, ὥστε οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τῆς πικρίας, ὅσον ἀπὸ λογισμῶν ἔστιν εἰπεῖν. τί ἐστιν εἰ ἦν ὁ κρίνων ἀνὰ μέσον ἡμῶν; οὐχ ὥστε αὐτοῦ τὸν βίον ἐξετασθῆναι καὶ ὅτι ἀδίκως πάσχει δειχθῆναι—τοῦτο γὰρ οὐ λέγει· διὰ γὰρ τῶν ἔμπροσθεν πολλάκις εἶπεν, ὅτι δι' ἀνομίας—, ἀλλ' ὅτι «ἐπιμένουσα ἡ θλῖψις περιτρέπει με», φησίν, ὥσπερ ὅταν λέγῃ ὁ Ἠσαΐας· σὺ ὠργίσθης καὶ ἡμεῖς ἐπλανήθημεν, ἢ πάλιν ὅταν λέγῃ· διὰ τί ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου; «τοῦτο φοβοῦμαι», φησίν, «μὴ πέσω ἢ περιτραπῶ. ἐδεδίειν, μήποτε ἀναγκασθῶ βλάσφημόν τι εἰπεῖν ἢ καὶ ἑαυτὸν διαχρήσασθαι.» 10,2a καὶ ἐρῶ, φησίν, πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε, 2b καὶ διὰ τί με οὕτως ἔκρινας; 10,3a ἢ καλόν σοί ἐστιν, ἐὰν ἀσεβήσω, 3b ὅτι ἀπείπω ἔργα χειρῶν σου; οὐκ εἶπεν· «τὸν δίκαιον, τὸν ἐνάρετον», ἀλλ' ἔργα χειρῶν σου. 10,3c βουλῇ δὲ ἀσεβῶν προσέσχες; «εἰ γὰρ δι' ἁμαρτήματα, πῶς ἐκείνοις προσέχεις;» 10,4a ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, 4b ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέπεις; 10,5a ἢ ὁ βίος σου ἀνθρώπινος 5b ἢ τὰ ἔτη σου ἀνδρός;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg505.local001/.
