Ancient Greek · ~20 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra Anomoeos (homilia 11) 2.1
Not analysed yet
Ἐπεὶ οὖν τοσαύτη τῆς νίκης ἡ περιουσία, ἐπὶ τὰ παλαιότερα βιβλία τὸν λόγον ἀγάγωμεν, καὶ τῶν παλαιῶν αὐτῶν τὸ ἀρχαιότερον πάντων, ἐπὶ τὴν Γένεσιν λέγω, καὶ τῆς Γενέσεως αὐτῆς ἐπὶ τὴν κορυφὴν ἀναβῶμεν. Ὅτι γὰρ περὶ τοῦ Χριστοῦ πολλά φησιν ὁ Μωϋσῆς; ἄκουσον αὐτοῦ Χριστοῦ λέγοντος· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Ποῦ δὲ ἔγραψεν ἐκεῖνος περὶ αὐτοῦ; Τοῦτο ἤδη δεῖξαι πειράσομαι. Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον. Μέλλων οὖν αὐτὸν διαπλάττειν ὁ Θεός φησιν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Πρὸς τίνα διαλέγεται; Εὔδηλον ὅτι πρὸς τὸν Μονογενῆ τὸν ἑαυτοῦ. Καὶ οὐκ εἶπε, Ποίησον, ἵνα μὴ νομίσῃς δουλικὸν εἶναι ἐπίταγμα τὸ λεγόμενον, ἀλλὰ, Ποιήσωμεν, ἵνα διὰ τοῦ σχήματος τῆς συμβουλῆς τῶν ῥημάτων τὸ ὁμότιμον ἐκκαλύψῃ. Ποτὲ μὲν γὰρ λέγεται σύμβουλον ἔχειν ὁ Θεὸς, ποτὲ δὲ μὴ ἔχειν, οὐ τῆς Γραφῆς ἑαυτῇ μαχομένης, ἀλλ' ἀπόῤῥητα δόγματα ἐκκαλυπτούσης ἡμῖν δι' ἀμφοτέρων τούτων. Ὅταν μὲν γὰρ τὸ ἀνενδεὲς αὐτοῦ παραστῆσαι βούληται, φησὶν οὐκ ἔχειν αὐτὸν σύμβουλον· ὅταν δὲ τὸ ὁμότιμον τοῦ Μονογενοῦς, σύμβουλον καλεῖ τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ ἵνα μάθῃς ταῦτα ἀμφότερα, ὅτι τε σύμβουλον τὸν Υἱὸν καλοῦσιν οἱ προφῆται, οὐχ ὡς τοῦ Πατρὸς δεομένου συμβουλῆς, ἀλλ' ἵνα τοῦ Μονογενοῦς τὴν τιμὴν μάθωμεν, καὶ ὅτι πάλιν οὐ δεῖται συμβούλου, ἄκουσον τοῦ Παύλου λέγοντος· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Οὗτος μὲν οὖν τὸ ἀνενδεὲς αὐτοῦ παρέστησεν, ὁ δὲ Ἡσαΐας πάλιν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ λέγων οὕτω πώς φησι· Καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος. Καὶ εἰ θαυμαστὸς σύμβουλος, πῶς ὁ Παῦλός φησι· Τίς γὰρ ἔγνω νοῦν Κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ὅτι ὁ μὲν Παῦλος, καθὼς ἔφθην εἰπὼν, τὸ ἀνενδεὲς τοῦ Πατρὸς παραστῆσαι βούλεται, ὁ δὲ προφήτης τὸ ὁμότιμον τοῦ Μονογενοῦς. Διὰ τοῦτο καὶ ἐνταῦθα οὐκ εἶπε, Ποίησον, ἀλλὰ, Ποιήσωμεν· τὸ γὰρ, Ποίησον, ἐπιταγῆς ἐστι πρὸς δοῦλον γινομένης, καὶ δῆλον ἐντεῦθεν. Προσῆλθέ ποτε ἑκατοντάρχης τῷ Ἰησοῦ, καί φησι· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς δεινῶς βασανιζόμενος. Τί οὖν ὁ Χριστός; Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Ὁ μὲν οὖν ἑκατοντάρχης οὐκ ἐτόλμησεν ἑλκύσαι τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος αὐτεπάγγελτος ὑπέσχετο βαδιεῖσθαι ἐκεῖσε, ἵνα ἀφορμὴν δῷ καὶ πρόφασιν ἐκείνῳ τὴν ἀρετὴν ἡμῖν ἐπιδεῖξαι τὴν ἑαυτοῦ. Εἰδὼς γὰρ ἅπερ ἔμελλεν ἐκεῖνος ἐρεῖν, ὑπέσχετο παραγενέσθαι, ἵνα μάθῃς τὴν εὐλάβειαν τοῦ ἀνδρός. Τί γάρ φησιν ὁ ἑκατοντάρχης; Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐδὲ ἡ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας ἀνάγκη τῆς οἰκείας αὐτὸν ἔπεισεν ἐπιλαθέσθαι εὐλαβείας, ἀλλὰ καὶ ἐν τῇ συμφορᾷ τὴν ὑπεροχὴν ἐπεγίνωσκε τοῦ Δεσπότου. Διό φησιν, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται, καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Ὁρᾷς, ὅτι τὸ, Ποίησον, δεσπότου πρὸς δοῦλόν ἐστι διαλεγομένου; Οὐκοῦν τὸ, Ποιήσωμεν, ὁμοτίμου τινός. Ὅταν οὖν δεσπότης δούλῳ λέγῃ, Ποίησον λέγει· ὅταν δὲ Πατὴρ Υἱῷ διαλέγηται, Ποιήσωμεν. Τί οὖν, φησὶν, εἰ ὁ μὲν ἑκατοντάρχης οὕτως ὑπώπτευε, τὸ δὲ πρᾶγμα οὐχ οὕτως εἶχε; μὴ γὰρ ἀπόστολός ἐστιν ὁ ἑκατοντάρχης; μὴ γὰρ μαθητής ἐστιν, ἵνα αὐτοῦ δέξωμαι τὰ ῥήματα; Εἰκὸς αὐτὸν ἐσφάλθαι, φησί. Καλῶς· τί οὖν; Ἴδωμεν οὖν τὸ ἑξῆς. Ἆρα διώρθωσεν αὐτὸν ὁ Χριστός; ἆρα ἐπετίμησεν ὡς σφαλλομένῳ καὶ διεφθαρμένα εἰσάγοντι δόγματα; ἆρα εἶπε πρὸς αὐτόν· Τί τοῦτο ποιεῖς, ἄνθρωπε; μείζονα περὶ ἐμοῦ δόξαν ἔχεις, ἢ προσῆκε· πλείονά μοι χαρίζῃ τῶν ὀφειλομένων ἐμοί· ἐξ αὐθεντίας με νομίζεις ἐπιτάττειν οὐκ ἔχοντα αὐθεντίαν. Ἆρα εἶπέ τι τοιοῦτον; Οὐδαμῶς· ἀλλὰ καὶ ἐκύρωσεν αὐτοῦ τὴν γνώμην, καὶ πρὸς τοὺς ἀκολουθοῦντας εἶπε, Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ὁ τοίνυν ἔπαινος τοῦ Δεσπότου κύρωσις γίνεται τῶν ῥημάτων τοῦ ἑκατοντάρχου. Οὐκ ἔτι γὰρ τοῦ ἑκατοντάρχου ἐστὶ τὰ ῥήματα τὰ εἰρημένα, ἀλλ' ἀπόφασίς ἐστι δεσποτική· ὅταν γὰρ αὐτὸς ἐπαινέσῃ τὰ λεχθέντα, καὶ ψηφίσηται αὐτοῖς ὡς καλῶς εἰρημένοις, ὡς θεῖον αὐτὰ δέχομαι χρησμόν. Τὸ γὰρ κῦρος ἄνωθεν ἔλαβεν ἐκ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως.