# Contra eos qui subintroductas habent virgines 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra eos qui subintroductas habent virgines, Sect 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/contra-eos-qui-subintroductas-habent-virgines/2.1

πῶς οὖν αὐτοὺς πείσομεν, ὅτι οὐ βλαβερὸν μόνον τοῦτο, ἀλλὰ καὶ πικρόν; πῶς δὲ ἄλλως ἀλλ' ἢ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως; Ἐρώμεθα οὖν αὐτούς· εἴ τις πολυτελῆ τράπεζαν παραθεὶς, καὶ πολλῶν καὶ ἡδίστων γέμουσαν ἐδεσμάτων, ἀπηγόρευε μετὰ σφοδρᾶς τῆς ἀπειλῆς μὴ ἅπτεσθαί τινος τῶν προκειμένων, ἆρα ἄν τις εἵλετο τοιαύτῃ παρακαθῆσθαι τραπέζῃ, καὶ κολάζειν ἑαυτόν; Οὐκ ἔγωγε οἶμαι· οὐδὲ γὰρ τοσαύτην ἀπὸ τῆς ὄψεως ἐκαρποῦτο τὴν ἡδονὴν, ὅσην ἀπὸ τῆς κωλύσεως ὑπέμενε τὴν ἀθυμίαν. Τί δαὶ εἰ διψῶντι καὶ καιομένῳ πηγήν τις ἐπιδείξας καθαράν τε καὶ διαυγῆ, μὴ μόνον αὐτῆς μὴ ἀπογεύσασθαι, ἀλλὰ μηδὲ ἄκροις θιγεῖν τοῖς δακτύλοις ἐπέτρεπεν, ἆρα ἂν ταύτης ἐγένετό τι πικρότερον τῆς κολάσεως; Οὐδὲ ἐνταῦθα οἶμαί τινα ἀντερεῖν. Τοσοῦτον γάρ ἐστι τοῦτο κακὸν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοὶ, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ· πλάσαντες γάρ τινα μῦθον, ἄγουσιν ἐν τῷ μύθῳ τινὰ, ὃν ἔδει δοῦναι δίκην ἐσχάτην, καὶ ἕτερον μὲν οὐδὲν, πανδαισίαν δὲ παραθέντες αὐτῷ, καὶ παραρρέον δείξαντες ὕδωρ, οὐδενὸς ἀπολαῦσαι τούτων συνεχώρουν, ἀλλ' ὁμοῦ τε ἐξέτεινε τὴν χεῖρα ἐκεῖνος καὶ τὰ ὁρώμενα ἅπαντα ἀφίπτατο, καὶ τοῦτο ἐγίνετο διὰ παντός. Καὶ οὗτος τῆς κολάσεως ὁ τρόπος ἦν κατὰ τὸν μῦθον τὸν ἔξωθεν. Καὶ φιλοσόφων δέ τις ἰδών τινα τῶν αὐτῷ συνόντων καταφιλήσαντα νέον εὔμορφον, ἐθαύμασεν εἰπὼν ὅτι καὶ εἰς πῦρ οὗτος ῥᾳδίως ἂν κυβιστήσειεν ὁ τοσαύτην τολμήσας διὰ τοῦ φιλήματος ἀνάψαι ἐν ἑαυτῷ κάμινον. Ἐγὼ δὲ τοσοῦτο μὲν οὐκ ἂν εἴποιμι, ὅτι τὰς συνοικούσας φιλοῦσιν ἢ ἐπαφῶνται· εἰ δέ τινες ἕτεροι ταῦτα κατηγοροῖεν, δεῖξαι πειράσομαι ὅτι, κἂν μέχρι τοσούτου προΐωσι, πικροτέραν πάλιν καθ' ἑαυτῶν τῆς προτέρας ἐπισπῶνται τὴν βάσανον. Εἰ γὰρ ὄψις μόνη τοσαύτην ἐντίθησιν ὀδύνην, ὅταν καὶ ἁφὴ προσῇ, τῆς ὄψεως πολὺ παχυτέρα ἀπόλαυσις, μείζονα αἴρει τὴν φλόγα, καὶ δριμυτέραν ἐργάζεται τὴν ἀλγηδόνα, καὶ χαλεπώτερον ποιεῖ τὸ θηρίον. Ὅσῳ γὰρ ἂν αὔξωμεν τὰ τῆς ἐπιθυμίας, καὶ ἰσχυροτέραν αὐτῇ παρέχωμεν τὴν τροφὴν, τοσούτῳ καὶ τὰ τῆς ὀδύνης ἡμῖν ἐπιτείνεται. Καὶ καθάπερ ὁ τῇ τραπέζῃ καὶ τῇ πηγῇ παρακαθήμενος οὐχ οὕτως ὁρῶν ὀδυνᾶται, ὡς ὅταν καὶ τῇ χειρὶ θιγεῖν ἐπιτραπεὶς ἀπογεύσασθαι κωλυθῇ πάλιν· οὕτω δὴ καὶ οἱ τῶν παρθενικῶν σωμάτων ψαῦσαι ἐπιτρεπόμενοι, χαλεπώτερον τῆς θέας ἀπὸ τῆς ἁφῆς κολάζονται, πικροτέραν ἐφελκόμενοι τὴν ἐκ τῆς ἀποτυχίας ὀδύνην. Καὶ τί δεῖ ταῦτα ἀπὸ τῶν ἔξωθεν πραγμάτων φιλοσοφεῖν; ἡ γὰρ τοῦ Θεοῦ ψῆφος ἡ τούτων ἁπάντων ἰσχυροτέρα, αὕτη δείκνυσι τοῦτο τοιοῦτον ὄν. Τὸν γὰρ Ἀδὰμ κολάσαι βουλόμενος, οὐ πόρρω τοῦ παραδείσου κατῴκισεν, ἀλλ' αὐτοῦ πλησίον ἐκείνου, ἵν' ἔχῃ διηνεκῆ κόλασιν, τὴν θέαν τοῦ ποθουμένου χωρίου, θεωρῶν μὲν αὐτὸν διὰ παντὸς, ἀπολαῦσαι δὲ οὐκ ἐπιτρεπόμενος. Ἀλλ' ἴσως εἴποι τις ἂν, Καὶ πῶς, εἰ πικρὸν τοῦτο οὕτως ἐστὶ τῇ φύσει, μετὰ τοσαύτης αὐτὸ διώκουσιν οἱ πολλοὶ τῆς σπουδῆς; Ἐγὼ δὲ πρὸς τοῦτο ἐκεῖνο ἂν εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μέγιστον τεκμήριον τῆς ἐσχάτης αὐτῶν ἀρρωστίας ἐστίν. Τοῦτο γὰρ τῶν νοσούντων τὸ ἔθος, ψυχράν τινα καὶ ὀλιγοχρόνιον ἡδονὴν καρποῦσθαι, καὶ μακρὰν ἑαυτοῖς ἐντεῦθεν κατασκευάζειν κόλασιν. Τοῦτο καὶ ἐπὶ τῶν πυρεττόντων ἴδοι τις ἄν. Οἱ μὴ βουλόμενοι καρτερῆσαι μικρὸν, δι' ὀλιγοχρόνιόν τινα ψυχαγωγίαν καὶ ποτῶν καὶ σιτίων κεκωλυμένων ἁπτόμενοι, μακράν τινα καὶ χαλεπωτάτην ἑαυτοῖς ἐργάζονται νόσον. Δεῖ δὲ τοὺς ὑγιαίνοντας οὐκ ἀπὸ τῶν νοσούντων λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφους· ἐπεὶ, εἰ τούτοις ἑψόμεθα, καὶ ἰατρικῆς καὶ φιλοσοφίας καταγνωσόμεθα. Οὐδὲ γὰρ οὐδὲ ἐπὶ πυρετῶν, οὐδὲ ἐπὶ γυναικῶν, αὐτὸ πάσχουσι μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οἱ τὰ τοιαῦτα νοσοῦντες. Καὶ γὰρ οἱ περὶ τὰ χρήματα μεμηνότες, εἰδότες ὅτι τὰ μικρὰ ταῦτα ἐνταῦθα προέμενοι τοῖς δεομένοις μυρία ἐκεῖ λήψονται ἀγαθὰ, κατέχουσιν ὅμως αὐτὰ καὶ κατορύττουσι, καὶ πάντων ἐκπεσεῖν αἱροῦνται τῶν ἀγαθῶν μᾶλλον διὰ τὴν ψυχρὰν ταύτην καὶ βραχεῖαν ἡδονὴν, ἢ τῆς αἰωνίου κολάσεως ἀπαλλαγῆναι, καὶ τὴν ἀθάνατον καρπώσασθαι ζωὴν, διὰ τῆς προσκαίρου τούτων ὑπεροψίας. Τοῦτο δὴ καὶ οὗτοι πάσχουσι, τῆς μικρᾶς ταύτης ἐπιθυμίας τῆς διὰ τῶν ὀφθαλμῶν οὐκ ἀνεχόμενοι μικρὸν ἑαυτοὺς ἀποστῆσαι, ἀφόρητον ἑαυτοῖς συνάγουσι πῦρ· καὶ ὅσῳπερ ἂν νομίζωσιν ἥδεσθαι, τοσούτῳ μᾶλλον ἐμπλέκονται τῷ κακῷ, τοῦ διαβόλου τοῦτο τεχνησαμένου πρὸς τὴν παραμονὴν τῆς φλογὸς καὶ ἐπίδοσιν, ὅθεν καιόμενοι καὶ ἥδονται καὶ ἀλγοῦσιν, ἄτοπόν τινα κρᾶσιν ἐν ταῖς ἑαυτῶν καταφυτεύοντες ψυχαῖς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra eos qui subintroductas habent virgines. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg007.local001/.
