Ancient Greek · ~17 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra haereticos et in sanctam deiparam [Sp.] 2.1
Not analysed yet
Εἰ δὲ λέγεις, Τί ὅμοιον ῥάβδος βλαστάνουσα πρὸς Παρθένον τίκτουσαν; μάνθανε, ὡς πάνυ τὴν ὁμοιότητα σώζει. Ἡ γὰρ ῥάβδος τύπος ἦν τῆς Παρθένου· ἐκείνη εἰκὼν, αὕτη ἡ ἀλήθεια· καὶ τὸ προλαβὸν ὑπόδειγμα, τοῦτο ἀπόδειξις. Ὥσπερ γὰρ ἐκείνη ἡ ῥάβδος καρπὸν ἔδωκε παρὰ φύσιν, οὕτω καὶ ὧδε παρὰ φύσιν ἡ Παρθένος τὸ ἄνθος τῆς εὐσεβείας ἐβλάστησεν Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται. Μὴ μάτην οὖν ὁ Παῦλος τὸν πλοῦτον τοῦ Θεοῦ θαυμάζει, τουτέστι, τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ; Φεῦ τῆς ἀπιστίας τῶν αἱρετικῶν. φεῦ τούτων τῆς λύσσης καὶ θεομάχου γλώσσης. Παῦλος, ὁ τῶν οὐρανῶν πολίτης, ὁ τοῦ παραδείσου θεατὴς, ὁ τοῦ Χριστοῦ διάπυρος ἐραστὴς, ὁ τῶν ἀλαλήτων μυστηρίων ἀκροατὴς, καὶ τὴν οἰκονομίαν ζητήσας ἔφριξε καὶ ἰλιγγίασε· καὶ ὑμεῖς τὴν θεότητα διερμηνεύοντες οὐ φρίττετε; Παῦλος τὰ κρίματα τοῦ Θεοῦ ἀνεξερεύνητα λέγει· καὶ σὺ τὴν φύσιν τοῦ Πατρὸς ὡς εὐθήρατον ἐρευνᾷς; Καιρὸς δέ σε καλέσαι, σκυθρωπάσαντα ἐπαναστρέψαι κατὰ τῶν ὑπὸ σοῦ ἀφράστως εἰρημένων. Πῶς ἔτεκεν ἡ Παρθένος οὐκ οἶδας, καὶ πῶς ἐγέννησεν ὁ Θεὸς εἰδέναι βούλει; τὴν ἐν τῇ Ἡρώδου κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ἀγνοεῖς πῶς γέγονε, καὶ τὴν ἐκ Πατρὸς ἀνάρχως καὶ ἀνερμηνεύτως καὶ σεπτῶς καὶ ἀλαλήτως πρὸ πάσης ἐννοίας καὶ καιρῶν καὶ αἰώνων ἀμεσιτεύτως γεγενημένην ἑρμηνεύειν τολμᾷς, καὶ δοκιμάζειν ἐπιχειρεῖς; Εἰ τὸ σταυρωθὲν σῶμα τοῦ Χριστοῦ Θωμᾶς ψηλαφήσας ἀναπαίδευτος οὐκ ἔμεινε, καί γε ἀπόστολος ὤν· ποίας εἰσὶ τιμωρίας ἄξιοι οἱ μὴ χειρὶ τὸ σῶμα ψηλαφῶντες τοῦ Χριστοῦ, ἀλλὰ τῇ γλώττῃ τὴν ἀΐδιον τῆς θεότητος αὐτοῦ διερευνῶντες φύσιν; Θωμᾶς γὰρ καὶ ὃ εἶδε σῶμα, ἐψηλάφησεν· οὗτοι δὲ ἣν μὴ εἶδον θεότητα, ὡς ἑωρακότες ἐξηρεύνησαν. Εἰπὲ δὲ, ὦ δεινὲ καὶ εὐμήχανε ῥῆτορ Εὐνόμιε, ὁ τριχῶς τὴν τῆς θεότητος διακρίνων φύσιν, ὁ μικροῦ πάλιν βραχύτερον ἀναπλάττων θεοὺς, διὰ τί κτίσμα, καὶ οὐ γέννημα τὸν Χριστὸν λέγεις; Ἵνα μὴ, φησὶ, ῥεύσεως ἔννοιαν τῇ ἀκτίστῳ τοῦ Θεοῦ προσψαύσω φύσει· τὸν γὰρ γεννῶντα ἀνάγκη ὑπομεῖναι ῥεῦσιν. Οὐκοῦν καὶ κτίζοντα ἀκόλουθον ὑπομεῖναι πόνον. Ὁ γὰρ κτίζων, ἀκόπως οὐ κτίζει. Εἰ τοίνυν τῆς ῥεύσεως ἔννοιαν φυγὼν, τὸν Πατέρα Πατέρα εἰπεῖν παραιτεῖς, μήτε δημιουργὸν αὐτὸν εἴπῃς, ἵνα μὴ πόνων καὶ ἱδρώτων ὑπόνοιαν ἐπιῤῥίψῃς. Ἀλλ' οὐχ οἵαν, φησὶ, δόξαν περὶ ἀνθρώπων ἔχομεν, τοιαύτην καὶ περὶ Θεοῦ ἐκλαμβάνειν ὀφείλομεν. Ἄνθρωποι γὰρ κτίζοντες, πόνῳ καὶ ἱδρῶτι κτίζουσι· Θεὸς δὲ κτίζων, ἀπόνως κτίζει· ἀσύνθετος γάρ ἐστι τὴν φύσιν. Ἐπεὶ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων, ὁ κτίζων Θεὸς κτίζει ἀπόνως, ἀῤῥεύστως γεννᾷν οὐ δύναται; ἀλλ' ὅτε μὲν κτίζει, ἀπόνως ὁ Θεὸς κτίζει, ὅτε δὲ γεννᾷ, ὡς ἄνθρωπος ὑπομένει ῥεῦσιν; καὶ δημιουργῶν μὲν ἀπαθὴς μένει, γεννῶν δὲ ἀνθρωπίνῳ περιπίπτει πάθει; Φρίττω, καὶ δεδιῶ, καὶ τρέμω τὴν βλάσφημον, τὴν ἀθύρωτον, τὴν ἀχαλίνωτον τῶν αἱρετικῶν γλῶτταν, ἐννοῶν, ὅτι ἀφθάρτως ἡ Παρθένος ἔτεκε, πιστεύουσι, καὶ ὅτι Θεὸς ἀῤῥεύστως ἐγέννησεν, ἀμφιβάλλουσιν. Ἡ ἄφθορος τῆς Παρθένου μήτρα καὶ μετὰ τὸ τεκεῖν ἄλυτος ἔμεινεν, ἄνθρωπε, καὶ ἡ τοῦ Πατρὸς φύσις ἐν τῷ γεννᾷν τὴν ῥεῦσιν οὐ διέφυγεν; Ἀλλ' ἡ Παρθένος καὶ μετὰ τὸ τεκεῖν παρθένος ἔμεινεν, ἐκ τοῦ τεκεῖν μὴ ζημιωθεῖσα τὴν παρθενίαν· καὶ ὁ Πατὴρ μετὰ τὸ γεννῆσαι ὁ αὐτὸς μεῖναι οὐκ ἠδύνατο, ἀῤῥεύστου καὶ ἀναλλοιώτου τῆς οὐσίας μενούσης; Καὶ ὅπου μὲν ὄγκος σώματος, μελῶν ἁρμονία, ὀστέων σύνθεσις, νευρῶν τάξις, φλεβῶν πλήθη, ἄρθρων δεσμοὶ, τὸ βρέφος ἐξῆλθεν ὡς οἶδε, καὶ ἐν τῇ παρθενικῇ ἀποῤῥήτως ἑαυτὸν ὑφάνας γαστρί· ὅπου δὲ οὐ σῶμα, οὐ μέλος, οὐκ ἄρθρα, οὐ νεῦρα, οὐκ ὀστέα, οὐ φλέβες, ἀλλ' ἀναφὴς καὶ ἀσώματος καὶ ἀόρατος φύσις, ῥεῦσιν εἰσάγεις καὶ μείωσιν νοεῖς; Καὶ προῆλθεν ἐκ μήτρας, καὶ ἄλυτος ἔμεινεν ἡ μήτρα. Ὁ γὰρ ἄνευ σπέρματος ἐν τῇ Παρθένῳ ἐμψυχώσας ἑαυτῷ ναὸν, αὐτὸς καὶ ἄλυτον διετήρησε τὴν μήτραν, ὡς Θεός. Τὰ γὰρ ἔργα τοῦ Θεοῦ οὐ τῇ φύσει τῶν πραγμάτων δουλεύει, ἀλλὰ τῇ κελεύσει τοῦ Θεοῦ Λόγου ἐξακολουθεῖ. Ποτὲ μὲν γὰρ ὁ Θεὸς κατὰ φύσιν κτίζει, ἵνα γνῷς τῆς φύσεως τὴν εὐταξίαν· ποτὲ δὲ παρὰ φύσιν δημιουργεῖ, ἵνα μάθῃς τοῦ ἐνεργοῦντος τὴν δύναμιν. Οὔτε γὰρ πάντα κατὰ φύσιν γίνεται, ἵνα μὴ θεολογηθῇ ἡ φύσις, οὔτε πάντα παρὰ φύσιν, ἵνα μὴ ἀταξία τῆς φύσεως νομισθῇ τὰ παρὰ φύσιν πραττόμενα. Πλάττει δὲ Θεὸς κατὰ φύσιν, δημιουργεῖ καὶ παρὰ φύσιν, ἵνα μάθῃς ὡς ἡ φύσις θεραπαινίδος τάξιν ἐπέχουσα κατὰ φύσιν κινεῖται, καὶ παρὰ φύσιν τρέχει, πρόσταγμα πληροῦσα Θεοῦ.